Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 3

10.4 Καλλιρρόη δὲ ἠρεμίας λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων ἤρξατο γόων “ἐγὼ μὲν προαποθανεῖν ἢ συναποθανεῖν εὐξάμην σοι, Χαιρέα· πάντως δέ μοι κἂν ἐπαποθανεῖν ἀναγκαῖον· τίς γὰρ ἔτι λείπεται ἐλπὶς ἐν τῷ ζῆν με κατέχουσα;
10.5 Δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην ʽὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ πόσα πέπονθα δι’ ἐκεῖνον· ταῦτά με ποιήσει τιμιωτέραν αὐτῷ. Πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ τὸν υἱόν.ʼ Ἀνόνητά μοι πάντα γέγονε, καὶ τὸ τέκνον ἤδη περισσόν· προσετέθη γάρ μου τοῖς κακοῖς ὀρφανός.
10.6 Ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα· λῃστῶν χερσὶ παρέδωκας τὸ σῶμα τὸ καλόν· οὐκ ἠλέησας τὸν πλεύσαντα διὰ σέ. Τοιαύτῃ θεῷ τίς ἄν προσεύχοιτο, ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας.
10.7 Οὐκ ἐβοήθησας ἐν νυκτὶ φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον καλόν, ἐρωτικόν· ἀφείλου μου τὸν ἡλικιώτην, τὸν πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν νυμφίον.
10.8 Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων· τί δὲ καὶ ἡ τριήρης ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθενς1 ὀφθῇ, λέγουσι ʽΧαιρέας Καλλιρόην ἄγων ἔρχεται,ʼ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. Θάλασσα μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.”
← Previous 19 / 19

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme