Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 3

3.18 ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ· ταχείας δὲ τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.” Ἀκούσας οὖν ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως ἂν εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.
4.1 Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα.
4.2 Ἰδοῦσα δὲ ἡ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσεν “ἐπιγινώσκω πάντα· σύ, τέκνον, μόνη λείπεις. Ὢ καινῶν τυμβωρύχων· τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.” Συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί, καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς.
4.3 Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”
4.4 Οὔτω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον. Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες. Ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ βῆμα οὐκ ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι θέλων οὐκ ἐδύνατο· τὸ δὲ πλῆθος ἐβόα “θάρρει καὶ
4.5 λέγε.” Μόλις οὖν ἀναβλέψας “ὁ μὲν παρὼν” εἶπε “καιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ δὲ ὑπὸ τῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω Καλλιρρόης τὴν ἀναίρεσιν. Διὰ τοῦτο δὲ ἐντεῦθεν ἐκπλεύσας οὐκ οἶδα πότερον εὐτυχῆ τὸν πλοῦν ἢ δυστυχῆ πεποίημαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme