Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 4

6.4 Διονύσιος ὁ Μιλής1ʽ??ʼος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. Οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. Φέρει δὲ μεγάλην ἀδοξίαν εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν. Πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. Καὶ γὰρ ὁ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν.
6.5 Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. Γνῶμαι δὲ ἐρρήθησαν διάφοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις, ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην ʽεἶχε δὲ πολλοὺς... προεστηκότασ̓ οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν ἄνδρα δόκιμον.
6.6 Ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς, ἀλλ’ ὑπερέθετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος· ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως.
6.7 Ὥρμησεν οὖν· καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν. Σύμβουλοι μὲν οὖν νὺξ καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ τοὔνομα τῆς γυναικός.
6.8 Ὅμως δ’ ἐπ’ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. Γράφει δὲ πρὸς Φαρνάκην Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον πρὸς δὲ Μιθριδάτην Ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme