Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 4

3.6 Πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τι “φεῖσαι, κατάβηθι, μὴ τρώσῃς, ἄφες.” Ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν· Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ· χαίρων γὰρ ἀπηλλάσσετο βίου πονήρου καὶ ἔρωτος ἀτυχοῦς. Ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπεν “ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ̓
3.7 ἄκαιρόν σου σιωπήν.” Εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλανίδας Ἑλληνικὰς πολυτελεῖς· αὐτὸς δὲ τοὺς γνωρίμους ἐς τὸ συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. Πότος ἦν μακρὸς καὶ ἡδεῖα φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει.
3.8 Προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτι “μὴ γὰρ τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέα” φησίν, “ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῃρέθης.” Ἐκπλαγεὶς οὖν ὁ Χαιρέας ἀνέκραγε “ποῦ γὰρ σὺ Καλλιρρόην εἶδες τὴν ἐμήν;” “Οὐκέτι σὴν” εἶπεν ὁ Μιθριδάτης, “ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν· ἤδη δὲ
3.9 καὶ τέκνον ἐστὶν αὐτοῖς.” Οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν “ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν μοι ἀπόδος. Χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγκάζων.
3.10 Ἄπιστε Καλλιρρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. Οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος,
3.11 γέγονας δὲ καὶ μήτηρ.” Κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. Μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης,
3.12 ἵνα δοκῇ φίλῳ βοηθεῖν. “Ἅρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ’ ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας.” Ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme