Book 5
7.8
Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ᾖν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.
7.9
Ἔλεγεν οὖν “εἰπὲ” φησὶν “ὅ τι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ οὐκ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ᾽ εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.”
7.10
Ἔνθεν ἑλὼν ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμὸν “θεοὶ” φησὶ “βασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς· ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ· χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν. Φάνηθι, δαῖμον ἀγαθέ· καλεῖ σε ἡ σὴ Καλλιρρόη· μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.”
8.1
Ἔτι δὲ λέγοντος ʽοὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι.
8.2
Τίς ἂν φράσειε κατ̓ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος,
8.3
ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ’ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι.
8.4
Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον πρὸς ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις προσέβαλλον.