Book 5
5.8
Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις ἔξω πλήρεις οἱ στενωποί· πάντες γὰρ συνέτρεχον τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς Καλλιρρόης θεαταί· τοσούτῳ δὲ ἔδοξε κρείττων ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν.
5.9
Εἰσῆλθεν οὖν εἰς τὸ δικαστήριον, οἵαν ὁ θεῖος ποιητὴς τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν· ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν, πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι· καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν ἔσχε φωνήν. Ὥσπερ γὰρ ἐπί τι τραῦμα παλαιὸν τὴν ἐρωτικὴν ἐπιθυμίαν σφοδροτέραν αὖθις ἐλάμβανε πληγήν.
6.1
Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως “χάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλ’ ἐκάλεσας, ἵνα ἐπ’ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ ὕβριν,
6.2
ἀπὸ τῶν ἄλλων δὲ κωλύσῃς. Μείζονος δὲ τιμωρίας ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων, ἀλλ’ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ ψυχῆς, τὴν γυναῖκα.
6.3
Ὃν ἐχρῆν, εἴ τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν, εἰ καὶ μὴ δι’ ἐμὲ τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. Σὺ γὰρ ἐνεχείρισας αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς κατῄσχυνε, μᾶλλον δὲ προύδωκε τὸν πιστεύσαντα τὴν ἀρχήν.
6.4
Τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν, ὅσῃ χρῆται πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ αὐτὸς ἀγνοῶ· θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ καὶ τοῖς γάμοις καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι τηρεῖς.
6.5
Εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον ἦν μηδὲ καλέσαι· τότε μὲν γὰρ ἐφοβοῦντο πάντες, ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ· καταφρονήσει δὲ λοιπόν, ἐὰν κριθεὶς παρὰ σοὶ μὴ κολασθῇ. Ὁ δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ σύντομος. Ἀνήρ εἰμι Καλλιρρόης ταύτης, ἤδη δὲ ἐξ αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλ’ ἀνδρὸς προτέρου γενομένην, Χαιρἔου τοὔνομα, πάλαι τεθνεῶτος,