Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 6

3.5 Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα. Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.
3.6 Ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ’ ἡμᾶς, ἀλλ̓ ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. Προφάσει δὲ δίκης ἦλθεν ἐπ̓ ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. Θαυμάζω δέ σε πῶς ἐτόλμησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρρόην βλέπων.
3.7 Σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. Ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “Εὕρηται” φησὶ “φάρμακον, βασιλεῦ. Καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. Φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος· τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς ἰάσεται.” Κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ σύ γε” ἔφη “τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω.
3.8 Μέμνημαι νόμων, οὓς αὐτὸς ἔθηκα, δικαιοσύνης, ἣν ἐν ἅπασιν ἀσκῶ. Μηδεμίαν μου καταγνῷς ἀκρασίαν. Οὐχ οὕτως ἑαλώκαμεν.” Δείσας Ἀρταξάτης ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον εἰς ἔπαινον. “Σεμνῶσ” ἔφη “διανοῇ, βασιλεῦ. Μὴ τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν, ἀνταγωνιζόμενος σεαυτῷ· δύνασαι γάρ, ὦ δέσποτα,
3.9 σὺ μόνος κρατεῖν καὶ θεοῦ. Ἄπαγε δὲ τὴν σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. Μάλιστα δὲ κυνηγεσίοις ἐξαιρέτως χαίρεις. Οἶδα γάρ σε ὑφ’ ἡδονῆς διημερεύοντα ἄβρωτον, ἄποτον. Ἐν θήρᾳ δ’ ἐνδιατρίβειν, ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.”
4.1 Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme