Book 6
4.2
αὐτοῖς βασιλεύς. Καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν δὲ ἠμφίεστο Τυρίαν ʽτὸ δὲ ὕφασμα Βαβυλώνιον̓ καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον.
4.3
Καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον ἔρωτος τὸ φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. Ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων.
4.4
Ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα· τέρψις γὰρ ἦν μετ’ ἀγωνίας καὶ χαρὰ μετὰ φόβου καὶ κίνδυνος ἡδύς. Ἀλλὰ βασιλεὺς οὔτε ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων.
4.5
Ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν, καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. Συνεξῆλθε γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον, ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην περιέτρεψεν αὐτῷ καὶ δι’ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν ἐνθάδε Καλλιρρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος,
4.6
στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ’ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.
4.7
Ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι. Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον,