Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 6

4.8 εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς· θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.”
4.9 Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας.
4.10 Καὶ Ἀρταξάτης δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· ἐπίστευε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.
5.1 Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης λαβόμενος “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν σοι κεκόμικα· σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας· εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” Πρὸς τὴν ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο· φύσει γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται.
5.2 Τάχ’ οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ καὶ ἔσπευδε τοῦτο ἀκοῦσαι, τῶν εὐαγγελίων ἀμείψεσθαι τὸν εὐνοῦχον ὑπισχνουμένη. Πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν ἀπὸ προοιμίων ἤρξατο “σύ, γύναι, κάλλος μὲν θεῖον ηὐτύχησας, μέγα δέ τι ἀπ’ αὐτοῦ καὶ σεμνὸν οὐκ ἐκαρπώσω.
5.3 Τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτε ἄνδρα κατ̓ ἀξίαν οὔτ’ ἐραστήν, ἀλλ’ ἐνέπεσεν εἰς δύο, νησιώτην πένητα, καὶ ἕτερον, δοῦλον βασιλέως.
5.4 Τί σοι γέγονεν ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου. Πλὴν οὐκ ἠμελήθης εἰς πάντα, ἀλλὰ κήδονταί σου θεοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme