Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 6

6.1 Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ’ ἑαυτῷ, φοβούμενος δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.
6.2 Ἐδεδοίκει δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρρόη κατείπῃ τοὺς λόγους. Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ καὶ κατασκευάζοντι τὸν ἔρωτα. Καὶ ὁ μὲν εὐνοῦχος ἐσκέπτετο πῶς ἂν ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ τῶν γεγονότων· Καλλιρρόη δὲ καθ’ ἑαυτὴν γενομένη ταῦτα φησὶν “ἐγὼ προυμαντευόμην.
6.3 Ἔχω σε μάρτυν, Εὐφρᾶτα. Προεῖπον ὅτι οὐκέτι σε διαβήσομαι. Ἔρρωσο, πάτερ, καὶ σύ, μῆτερ, καὶ Συρακοῦσαι πατρίς· οὐκέτι γὰρ ὑμᾶς ὄψομαι. Νῦν ὡς ἀληθῶς Καλλιρρόη τέθνηκεν. Ἐκ τοῦ τάφου μὲν ἐξῆλθον, οὐκ ἐξάξει δέ με ἐντεῦθεν λοιπὸν οὐδὲ Θήρων ὁ λῃστής.
6.4 Ὦ κάλλος ἐπίβουλον, σύ μοι πάντων κακῶν αἴτιον. Διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ σὲ ἔγημα μετὰ· Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην, διὰ σὲ παρέστην δικαστηρίῳ. Πόσοις με παρέδωκας; λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. Πάντων δέ μοι βαρύτατος ὁ ἔρως ὁ βασιλέως.
6.5 Καὶ οὔπω λέγω τὴν βασιλέως ὀργήν· φοβερωτέραν ἡγοῦμαι τὴν τῆς βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην. Τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος; ἄγε δή; Καλλιρρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους ἄξιον· ἀπόσφαξον σεαυτήν. Ἀλλὰ μήπω· μέχρι γὰρ νῦν ὁμιλία πρώτη καὶ παρ’ εὐνούχου· ἂν δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι Χαιρέᾳ παρόντι τὴν πίστιν.”
6.6 Ὁ δ’ εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε μηδὲ δύνασθαι τῇ Καλλιρρόῃ προσελθεῖν· “σὺ δὲ ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme