Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 8

5.15 Ἀσπασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.” Ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.
6.1 Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς ʽεἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν ὁ ἄνεμος.ʼ καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ.
6.2 ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς οἱ ἐκ τῆς πόλεως, εἶπέ τις “πόθεν τριήρεις προσπλέουσι; μή τι Ἀττικαί;
6.3 φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει.” καὶ ταχέως ἐμήνυσε “στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ εἰσιν αἱ βλεπόμεναι.” καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.
6.4 ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων “ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.” “μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε” φησίν, “ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε· φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω.” “ποιήσομεν οὕτως.”
6.5 Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκηνὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρμίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς συνδρομῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme