Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 8

1.14 Κλίνη μὲν ἔκειτο χρυσήλατος, στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον. Τίς ἂν φράσειε τὴν νύκτα ἐκείνην πόσων διηγημάτων μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων; Πρώτη μὲν ἤρξατο Καλλιρρόη διηγεῖσθαι, πῶς ἀνέζησεν ἐν τῷ τάφῳ, πῶς ὑπὸ Θήρωνος ἐξήχθη, πῶς ἔπλευσε, πῶς ἐπράθη.
1.15 Μέχρι τούτων Χαιρέας ἀκούων ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλλιρρόη μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν τὸ περὶ τοῦ τέκνου διήγημα. Πρὶν δὲ πάντα ἀκοῦσαι “λέγε μοι” φησὶ “πῶς εἰς Ἄραδον ἦλθες καὶ ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται
1.16 πρὸς βασιλέα.” Ἡ δ’ εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι Διονύσιον μετὰ τὴν δίκην, βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς, μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. “Ἄδικος οὖν” ἔφη Χαιρέας “ἐγὼ καὶ ὀξὺς εἰς ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν ἀδικοῦντά σε· σοῦ γὰρ ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην αὐτομολίας.
1.17 Ἀλλ’ οὐ κατῄσχυνά σε· πεπλήρωκα γῆν καὶ θάλασσαν τροπαίων.” Καὶ πάντα ἀκριβῶς διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν. Ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες ἀλλήλοις ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.
2.1 Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.
2.2 Καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme