Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 8

2.3 ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός, ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ Στατείρας τῆς γυναικός.”
2.4 Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ αὐτοῦ λαβομένη “ποῖ σπεύδεισ” εἶπε “πρὶν βουλεύσασθαι περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.”
2.5 Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρεσ” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”
2.6 Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.
2.7 Ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν ἐπεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. Παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχοις δέδωκεν ἐπὶ Κύπρου πλεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.
2.8 Ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς κήρυκας, εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι. Δεξαμένων δὲ αὐτὸν ἐξεβίβασε τὴν δύναμιν ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε· πολλῶν δὲ ἱερείων συναχθέντων εἱστίασε τὴν στρατιάν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme