Book 8
3.1
Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογύνην τὴν καλήν;” Ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ” φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλά σοι θεραπαινίδας.”
3.2
Ἀνέκραγεν ἡ Καλλιρρόη “μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην. Εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον αὐτήν· καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ γυναῖκα παραλαβοῦσα.” “Οὐδέν ἐστιν” ἔφη Χαιρέας,
3.3
“ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι· σὺ γὰρ κυρία Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων τῆς ἐμῆς ψυχῆς.” Ἥσθη Καλλιρρόη καὶ κατεφίλησεν αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν αὐτὴν πρὸς Στάτειραν.
3.4
Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων, οὐδ’ ὅτι Καλλιρρόη Χαιρέαν ἀπείληφε· πολλὴ γὰρ ἦν, παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσελθεῖν, οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων.
3.5
ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ διαθεόντων, εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλάλησεν “ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται.” Μέγα δὲ καὶ βύθιον ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν “εἰς ταύτην με τὴν ἡμέραν, ὦ τύχη, τετήρηκας, ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ ἴσως ἰδεῖν
3.6
οἵαν παρείληφε δούλην.” Ἤγειρε θρῆνον ἐπὶ τούτοις καὶ τότε ἔμαθε τίς αἰχμαλωσία σωμάτων εὐγενῶν. Ἀλλὰ ταχεῖαν ἐποίησεν ὁ θ̔??ʼὸς τὴν μεταβολήν· Καλλιρρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ “χαῖρε” φησίν, “ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ ἀεὶ διαμενεῖς.
3.7
Οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας, ἀλλὰ τῆς σοι φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι ὑμῖν ἐστι πολέμιος.