Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 2

21.2 ἄνεμος γὰρ οὐκ ἦν· ὁ δὲ Δάφνις ἡσυχίας γενομένης ἐλθὼν εἰς τὸ πεδίον ἔνθα ἔνεμον, καὶ μήτε τὰς αἶγας ἰδὼν μήτε τὰ πρόβατα καταλαβὼν μήτε Χλόην εὑρὼν ἀλλ’ ἐρημίαν πολλὴν καὶ τὴν σύριγγα ἐρριμμένην,
21.3 ᾗ συνήθως ἐτέρπετο ἡ Χλόη, μέγα βοῶν καὶ ἐλεεινὸν κωκύων ποτὲ μὲν πρὸς τὴν φηγὸν ἔτρεχεν ἔνθα ἐκαθέζοντο, ποτὲ δὲ ἐπὶ τὴν θάλατταν ὡς ὀψόμενος αὐτήν, ποτὲ δὲ ἐπὶ τὰς Νύμφας, ἐφ’ ἃς ἑλκομένη κατέφυγεν. Ἐνταῦθα καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ καὶ ταῖς Νύμφαις ὡς προδούσαις κατεμέμφετο.
22.1 “Ἀφ’ ὑμῶν ἡρπάσθη Χλόη, καὶ τοῦτο ὑμεῖς ἰδεῖν ὑπεμείνατε; ἡ τοὺς στεφάνους ὑμῖν πλέκουσα, ἡ σπένδουσα τοῦ πρώτου γάλακτος, ἧς καὶ ἡ σύριγξ ἥδε ἀνάθημα;
22.2 Αἶγα μὲν οὐδὲ μίαν μοι λύκος ἥρπασε, πολέμιοι δὲ τὴν ἀγέλην καὶ τὴν συννέμουσαν. Καὶ τὰς μὲν αἶγας ἀποδεροῦσι καὶ τὰ πρόβατα καταθύσουσι,
22.3 Χλόη δὲ λοιπὸν πόλιν οἰκήσει. Ποίοις ποσὶν ἄπειμι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα ἄνευ τῶν αἰγῶν, ἄνευ Χλόης, λιπερνήτης γενόμενος; ἔχω γὰρ νέμειν ἔτι οὐδέν.
22.4 Ἐνταῦθα περιμενῶ κείμενος ἢ θάνατον ἢ πόλεμον δεύτερον. Ἆρα καὶ σύ, Χλόη, τοιαῦτα πάσχεις; ἆρα μέμνησαι τοῦ πεδίου τοῦδε καὶ τῶν Νυμφῶν τῶνδε κἀμοῦ; ἢ παραμυθοῦνταί σε τὰ πρόβατα καὶ αἱ αἶγες αἰχμάλωτοι μετὰ σοῦ γενόμεναι;”
23.1 Τοιαῦτα λέγοντα αὐτὸν ἐκ τῶν δακρύων καὶ τῆς λύπης ὕπνος βαθὺς καταλαμβάνει. Καὶ αὐτῷ αἱ τρεῖς ἐφίστανται Νύμφαι, μεγάλαι γυναῖκες καὶ καλαί, ἡμίγυμνοι καὶ ἀνυπόδητοι, τὰς κόμας λελυμέναι καὶ τοῖς ἀγάλμασιν ὅμοιαι.
23.2 Καὶ τὸ μὲν πρῶτον ἐῴκεσαν ἐλεοῦσαι τὸν Δάφνιν· ἔπειτα ἡ πρεσβυτάτη λέγει ἐπιρρωννύουσα “Μηδὲν ἡμᾶς μέμφου, Δάφνι· Χλόης γὰρ ἡμῖν μᾶλλον μέλει ἢ σοί. Ἡμεῖς τοι καὶ παιδίον οὖσαν αὐτὴν ἠλεήσαμεν καὶ ἐν τῷδε τῷ ἄντρῳ κειμένην αὐτὴν ἀνεθρέψαμεν.
23.3 Ἐκείνῃ καὶ πεδίοις κοινὸν οὐδέν. Καὶ νῦν δὲ ἡμῖν πεφρόντισται τὸ κατ’ ἐκείνην, ὡς μήτε εἰς τὴν Μήθυμναν κομισθεῖσα δουλεύοι μήτε μέρος γένοιτο λείας πολεμικῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme