Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 2

8.4 Τὸ ἐκ τοῦ κήπου παιδίον ὤφθη καὶ τοῖς πατράσιν ἡμῶν ὄναρ ἐκεῖνο καὶ νέμειν ἡμᾶς τὰς ἀγέλας ἐκέλευσε. Πῶς ἄν τις αὐτὸ λάβοι; σμικρόν ἐστι καὶ φεύξεται. Καὶ πῶς ἄν τις αὐτὸ φύγοι; πτερὰ ἔχει καὶ καταλήψεται.
8.5 Ἐπὶ τὰς Νύμφας δεῖ βοηθοὺς καταφεύγειν. Ἀλλ’ οὐδὲ Φιλητᾶν ὁ Πὰν ὠφέλησεν Ἀμαρυλλίδος ἐρῶντα. Ὅσα εἶπεν ἄρα φάρμακα, ταῦτα ζητητέον, φίλημα καὶ περιβολὴν καὶ κεῖσθαι γυμνοὺς χαμαί. Κρύος μέν, ἀλλὰ καρτερήσομεν δεύτεροι μετὰ Φιλητᾶν.”
9.1 Τοῦτο αὐτοῖς γίνεται νυκτερινὸν παιδευτήριον. Καὶ ἀγαγόντες τῆς ἐπιούσης ἡμέρας τὰς ἀγέλας ἐς νομήν, ἐφίλησαν ἀλλήλους ἰδόντες καὶ (ὃ μήπω πρότερον ἐποίησαν) περιέβαλον τὰς χεῖρας ἐπαλλάξαντες· τὸ δὲ τρίτον ὤκνουν φάρμακον ἀποδυθέντες κατακλιθῆναι· θρασύτερον γὰρ οὐ μόνον παρθένῳ ἀλλὰ καὶ νέῳ αἰπόλῳ.
9.2 Πάλιν οὖν νὺξ ἀγρυπνίαν ἔχουσα καὶ ἔννοιαν τῶν γεγενημένων καὶ κατάμεμψιν τῶν παραλελειμμένων. “Ἐφιλήσαμεν, καὶ οὐδὲν ὄφελος· περιεβάλομεν, καὶ οὐδὲν πλέον ἔσχομεν· τὸ οὖν συγκατακλινῆναι μόνον φάρμακον ἔρωτος. Πειρατέον καὶ τούτου· πάντως ἐν αὐτῷ τι κρεῖττόν ἐστι φιλήματος.”
10.1 Ἐπὶ τούτοις τοῖς λογισμοῖς οἷον εἰκὸς καὶ ὀνείρατα ἑώρων ἐρωτικά, τὰ φιλήματα, τὰς περιβολάς· καὶ ὅσα μεθ’ ἡμέραν οὐκ ἔπραξαν, ταῦτα ὄναρ ἔπραξαν· γυμνοὶ μετ’ ἀλλήλων ἔκειντο.
10.2 Ἐνθεώτεροι δὴ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἀνέστησαν καὶ ῥοίζῳ τὰς ἀγέλας κατήλαυνον ἐπειγόμενοι πρὸς τὰ φιλήματα· καὶ ἰδόντες ἀλλήλους ἅμα μειδιάματι προσέδραμον.
10.3 Τὰ μὲν οὖν φιλήματα ἐγένετο καὶ ἡ περιβολὴ τῶν χειρῶν ἠκολούθησε, τὸ δὲ τρίτον φάρμακον ἐβράδυνε, μήτε τοῦ Δάφνιδος τολμῶντος εἰπεῖν, μήτε τῆς Χλόης βουλομένης κατάρχεσθαι, ἔστε τύχῃ καὶ τοῦτο ἔπραξαν.
11.1 Καθεζόμενοι ὑπὸ στελέχει δρυὸς πλησίον ἀλλήλων καὶ γευσάμενοι τῆς ἐν φιλήματι τέρψεως ἀπλήστως ἐνεφοροῦντο τῆς ἡδονῆς. Ἦσαν δὲ καὶ χειρῶν περιβολαὶ θλῖψιν τοῖς σώμασι παρέχουσαι.
11.2 Κατὰ δὲ τὴν τῶν χειρῶν περιβολὴν βιαιότερόν τι τοῦ Δάφνιδος ἐπισπασαμένου κλίνεταί πως ἐπὶ πλευρὰν ἡ Χλόη· κἀκεῖνος δὲ συγκατακλίνεται τῷ φιλήματι ἀκολουθῶν. Καὶ γνωρίσαντες τῶν ὀνείρων τὴν εἰκόνα κατέκειντο πολὺν χρόνον ὥσπερ συνδεδεμένοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme