Book 2
15.3
Εἶδες αὐτὴν ἐν τῇ θαλάττῃ φερομένην, πόσων οἴει μεστὴν ἀγαθῶν; Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον. Τοὺς ἀγροὺς ἄν τις τούτους ἐκεῖνα ἔχων ὠνήσαιτο. Ἀνθ’ ὧν ἀξιοῦμεν ἄγειν τοῦτον, πονηρὸν ὄντα αἰπόλον, ὃς ἐπὶ τῆς θαλάττης νέμει τὰς αἶγας ὡς ναύτης.”
16.1
Τοσαῦτα οἱ Μηθυμναῖοι κατηγόρησαν· ὁ δὲ Δάφνις διέκειτο μὲν κακῶς ὑπὸ τῶν πληγῶν, Χλόην δὲ ὁρῶν παροῦσαν πάντων κατεφρόνει καὶ ὧδε εἶπεν “Ἐγὼ νέμω τὰς αἶγας καλῶς. Οὐδέποτε ᾐτιάσατο κωμήτης οὐδὲ εἷς ὡς ἢ κῆπόν τινος αἲξ ἐμὴ κατεβοσκήσατο ἢ ἄμπελον βλαστάνουσαν κατέκλασεν.
16.2
Οὗτοι δέ εἰσι κυνηγέται πονηροὶ καὶ κύνας ἔχουσι κακῶς πεπαιδευμένους, οἵτινες τρέχοντες πολλὰ καὶ ὑλακτοῦντες σκληρὰ κατεδίωξαν αὐτὰς ἐκ τῶν ὀρῶν καὶ τῶν πεδίων ἐπὶ τὴν θάλατταν, ὥσπερ λύκοι.
16.3
Ἀλλὰ ἀπέφαγον τὴν λύγον· οὐ γὰρ εἶχον ἐν ψάμμῳ πόαν ἢ κόμαρον ἢ θύμον. Ἀλλὰ ἀπώλετο ἡ ναῦς ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάττης· ταῦτα χειμῶνος, οὐκ αἰγῶν ἐστὶν ἔργα. Ἀλλὰ ἐσθὴς ἐνέκειτο καὶ ἄργυρος· καὶ τίς πιστεύσει νοῦν ἔχων ὅτι τοσαῦτα φέρουσα ναῦς πεῖσμα εἶχε λύγον;”
17.1
Τούτοις ἐπεδάκρυσεν ὁ Δάφνις καὶ εἰς οἶκτον ὑπηγάγετο τοὺς ἀγροίκους πολύν, ὥστε ὁ Φιλητᾶς, ὁ δικαστής, ὤμνυε Πᾶνα καὶ Νύμφας μηδὲν ἀδικεῖν Δάφνιν, ἀλλὰ μηδὲ τὰς αἶγας, τὴν δὲ θάλατταν καὶ τὸν ἄνεμον, ὧν ἄλλους εἶναι δικαστάς.
17.2
Ταῦτα λέγων οὐκ ἔπειθε Φιλητᾶς τοὺς Μηθυμναίους, ἀλλ’ ὑπ’ ὀργῆς ὁρμήσαντες ἦγον πάλιν τὸν Δάφνιν καὶ συνδεῖν ἤθελον.
17.3
Ἐνταῦθα οἱ κωμῆται ταραχθέντες ἐπιπηδῶσιν αὐτοῖς ὡσεὶ ψᾶρες ἢ κολοιοί· καὶ ταχὺ μὲν ἀφαιροῦνται τὸν Δάφνιν ἤδη καὶ αὐτὸν μαχόμενον, ταχὺ δὲ ξύλοις παίοντες ἐκείνους εἰς φυγὴν ἐτρέψαντο· ἀπέστησαν δὲ οὐ πρότερον ἔστε τῶν ὅρων αὐτοὺς ἐξήλασαν ἐς ἄλλους ἀγρούς.
18.1
Διωκόντων δὴ τοὺς Μηθυμναίους ἐκείνων ἡ Χλόη κατὰ πολλὴν ἡσυχίαν ἄγει πρὸς τὰς Νύμφας τὸν Δάφνιν καὶ ἀπονίπτει τε τὸ πρόσωπον ᾑμαγμένον ἐκ τῶν ῥινῶν ῥαγεισῶν ὑπὸ πληγῆς τινος, κἀκ τῆς πήρας προκομίσασα ζυμίτου μέρος καὶ τυροῦ τμῆμά τι, δίδωσι φαγεῖν· τό τε μάλιστα ἀνακτησόμενον αὐτόν, φίλημα ἐφίλησε μελιτῶδες ἁπαλοῖς τοῖς χείλεσι.