Book 2
19.1
Τότε μὲν δὴ παρὰ τοσοῦτον Δάφνις ἦλθε κακοῦ. Τὸ δὲ πρᾶγμα οὐ ταύτῃ ἐπέπαυτο, ἀλλ’ ἐλθόντες οἱ Μηθυμναῖοι μόλις εἰς τὴν ἑαυτῶν, ὁδοιπόροι μὲν ἀντὶ ναυτῶν τραυματίαι δὲ ἀντὶ τρυφώντων, ἐκκλησίαν τε συνήγαγον τῶν πολιτῶν καὶ ἱκετηρίας θέντες ἱκέτευον τιμωρίας ἀξιωθῆναι·
19.2
τῶν μὲν ἀληθῶν λέγοντες οὐδὲ ἕν, μὴ καὶ πρὸς καταγέλαστοι γένοιντο τοιαῦτα καὶ τοσαῦτα παθόντες ὑπὸ ποιμένων, κατηγοροῦντες δὲ Μυτιληναίων, ὡς τὴν ναῦν ἀφελομένων καὶ τὰ χρήματα διαρπασάντων πολέμου νόμῳ.
19.3
Οἱ δὲ πιστεύοντες διὰ τὰ τραύματα καὶ νεανίσκοις τῶν πρώτων παρ’ αὐτοῖς οἰκιῶν τιμωρῆσαι δίκαιον νομίζοντες Μυτιληναίοις μὲν πόλεμον ἀκήρυκτον ἐψηφίσαντο· τὸν δὲ στρατηγὸν ἐκέλευσαν δέκα ναῦς καθελκύσαντα κακουργεῖν αὐτῶν τὴν παραλίαν· πλησίον γὰρ χειμῶνος ὄντος οὐκ ἦν ἀσφαλὲς μείζονα στόλον πιστεύειν τῇ θαλάττῃ.
20.1
Ὁ δὲ εὐθὺς τῆς ἐπιούσης ἀναγόμενος αὐτερέταις στρατιώταις ἐπέπλει τοῖς παραθαλαττίοις τῶν Μυτιληναίων ἀγροῖς. Καὶ πολλὰ μὲν ἥρπαζε ποίμνια, πολὺν δὲ σῖτον καὶ οἶνον, ἄρτι πεπαυμένου τοῦ τρυγητοῦ, καὶ ἀνθρώπους δὲ οὐκ ὀλίγους, ὅσοι τούτων ἐργάται.
20.2
Ἐπέπλευσε καὶ τοῖς τῆς Χλόης ἀγροῖς καὶ τοῦ Δάφνιδος, καὶ ἀπόβασιν ὀξεῖαν θέμενος λείαν ἤλαυνε τὰ ἐν ποσίν. Ὁ μὲν οὖν Δάφνις οὐκ ἔνεμε τὰς αἶγας ἀλλὰ ἐς τὴν ὕλην ἀνελθὼν φυλλάδα χλωρὰν ἔκοπτεν, ὡς ἔχοι τοῦ χειμῶνος παρέχειν τοῖς ἐρίφοις τροφήν· ὥστε ἄνωθεν θεασάμενος τὴν καταδρομὴν ἐνέκρυψεν ἑαυτὸν στελέχει κοίλῳ ξηρᾶς ὀξύης·
20.3
ἡ δὲ Χλόη παρῆν ταῖς ἀγέλαις καὶ διωκομένη καταφεύγει πρὸς τὰς Νύμφας ἱκέτις καὶ ἐδεῖτο φείσασθαι καὶ ὧν ἔνεμε καὶ αὐτῆς διὰ τὰς θεάς. Ἀλλ’ ἦν οὐδὲν ὄφελος· οἱ γὰρ Μηθυμναῖοι πολλὰ τῶν ἀγαλμάτων κατακερτομήσαντες καὶ τὰς ἀγέλας ἤλασαν κἀκείνην ἤγαγον ὥσπερ αἶγα ἢ πρόβατον παίοντες λύγοις.
21.1
Ἔχοντες δὲ ἤδη τὰς ναῦς παντοδαπῆς ἁρπαγῆς μεστάς, οὐκέτ’ ἐγίνωσκον περαιτέρω πλεῖν, ἀλλὰ τὸν οἴκαδε πλοῦν ἐποιοῦντο καὶ τὸν χειμῶνα καὶ τοὺς πολεμίους δεδιότες. Οἱ μὲν οὖν ἀπέπλεον εἰρεσίᾳ προσταλαιπωροῦντες·