Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 3

27.1 Μυρτάλη μὲν οὔποτε ἐλπίσασα Δρύαντα τούτοις συνθήσεσθαι μνηστῆρας ἔχοντα πλουσιωτέρους εὐπρεπῶς ᾤετο παρῃτῆσθαι τὸν γάμον· Δάφνις δὲ οὐκ εἶχε μέμφεσθαι τὰ λελεγμένα. Λειπόμενος δὲ πολὺ τῶν αἰτουμένων τὸ σύνηθες ἐρασταῖς πενομένοις ἔπραττεν· ἐδάκρυε καὶ τὰς Νύμφας αὖθις ἐκάλει βοηθούς.
27.2 Αἱ δὲ αὐτῷ καθεύδοντι νύκτωρ ἐν τοῖς αὐτοῖς ἐφίστανται σχήμασιν, ἐν οἷς καὶ πρότερον· ἔλεγε δὲ ἡ πρεσβυτάτη πάλιν “γάμου μὲν μέλει τῆς Χλόης ἄλλῳ θεῷ, δῶρα δέ σοι δώσομεν ἡμεῖς, ἃ θέλξει Δρύαντα.
27.3 Ἡ ναῦς ἡ τῶν Μηθυμναίων νεανίσκων, ἧς τὴν λύγον αἱ σαί ποτε αἶγες κατέφαγον, ἡμέρᾳ μὲν ἐκείνῃ μακρὰν τῆς γῆς ὑπηνέχθη πνεύματι· νυκτὸς δὲ πελαγίου ταράξαντος ἀνέμου τὴν θάλατταν εἰς τὴν γῆν εἰς τὰς τῆς ἄκρας πέτρας ἐξεβράσθη.
27.4 Αὐτὴ μὲν οὖν διεφθάρη καὶ πολλὰ τῶν ἐν αὐτῇ· βαλάντιον δὲ τρισχιλίων δραχμῶν ὑπὸ τοῦ κύματος ἀπεπτύσθη καὶ κεῖται φυκίοις κεκαλυμμένον πλησίον δελφῖνος νεκροῦ, δι’ ὃν οὐδεὶς προσῆλθεν ὁδοιπόρος, τὸ δυσῶδες τῆς σηπεδόνος παρατρέχων.
27.5 Ἀλλὰ σὺ πρόσελθε καὶ προσελθὼν ἀνελοῦ καὶ ἀνελόμενος δός. Ἱκανόν σοι νῦν μὲν δόξαι μὴ πένητι, χρόνῳ δὲ ὕστερον ἔσῃ καὶ πλούσιος.”
28.1 Αἱ μὲν ταῦτα εἰποῦσαι τῇ νυκτὶ συναπῆλθον· γενομένης δὲ ἡμέρας ἀναπηδήσας ὁ Δάφνις περιχαρὴς ἤλαυνε ῥοίζῳ πολλῷ τὰς αἶγας εἰς τὴν νομήν· καὶ τὴν Χλόην φιλήσας καὶ τὰς Νύμφας προσκυνήσας κατῆλθεν ἐπὶ θάλατταν, ὡς περιρράνασθαι θέλων· καὶ ἐπὶ τῆς ψάμμου πλησίον τῆς κυματωγῆς ἐβάδιζε ζητῶν τὰς τρισχιλίας.
28.2 Ἔμελλε δὲ ἄρ’ οὐ πολὺν κάματον ἕξειν· ὁ γὰρ δελφὶς ὁ οὐκ ἀγαθὸν ὀδωδὼς αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν· οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέ τε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ βαλάντιον ἀργυρίου μεστόν.
28.3 Τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλατταν· καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλατταν ἐνόμιζε τῆς γῆς γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme