Book 3
33.1
Θᾶττον οὖν νοήματος, μηδὲν πιὼν μηδὲ φαγὼν παρὰ τὴν Χλόην κατέδραμε· καὶ εὑρὼν αὐτὴν ἀμέλγουσαν καὶ τυροποιοῦσαν, τόν τε γάμον εὐηγγελίζετο καὶ ὡς γυναῖκα λοιπὸν μὴ λανθάνων κατεφίλει καὶ ἐκοινώνει τοῦ πόνου.
33.2
Ἤμελγε μὲν εἰς γαυλοὺς τὸ γάλα, ἐνεπήγνυ δὲ ταρσοῖς τοὺς τυρούς, προσέβαλλε δὲ ταῖς μητράσι τοὺς ἄρνας καὶ τοὺς ἐρίφους. Καλῶς δὲ ἐχόντων τούτων ἀπελούσαντο, ἐνέφαγον, ἔπιον, περιῄεσαν ζητοῦντες ὀπώραν ἀκμάζουσαν.
33.3
Ἦν δὲ ἀφθονία πολλὴ διὰ τὸ τῆς ὥρας πάμφορον· πολλαὶ μὲν ἀχράδες, πολλαὶ δὲ ὄχναι, πολλὰ δὲ μῆλα· τὰ μὲν ἤδη πεπτωκότα κάτω, τὰ δὲ ἔτι ἐπὶ τῶν φυτῶν· τὰ ἐπὶ τῆς γῆς εὐωδέστερα, τὰ ἐπὶ τῶν κλάδων εὐανθέστερα· τὰ μὲν οἷον οἶνος ἀπῶζε, τὰ δὲ οἷον χρυσὸς ἀπέλαμπε.
33.4
Μία μηλέα ἐτετρύγητο καὶ οὔτε καρπὸν εἶχεν οὔτε φύλλον· γυμνοὶ πάντες ἦσαν οἱ κλάδοι· καὶ ἓν μῆλον ἐλέλειπτο ἐν αὐτοῖς ἄκροις ἀκρότατον, μέγα καὶ καλὸν καὶ τῶν πολλῶν τὴν εὐωδίαν ἐνίκα μόνον· ἔδεισεν ὁ τρυγῶν ἀνελθεῖν, ἠμέλησε καθελεῖν· τάχα δὲ καὶ ἐφύλαττε τὸ καλὸν μῆλον ἐρωτικῷ ποιμένι.
34.1
Τοῦτο τὸ μῆλον ὡς εἶδεν ὁ Δάφνις, ὥρμα τρυγᾶν ἀνελθὼν καὶ Χλόης κωλυούσης ἠμέλησεν· ἡ μὲν ἀμεληθεῖσα, ὀργισθεῖσα πρὸς τὰς ἀγέλας ἀπῆλθε· Δάφνις δὲ ἀναδραμὼν ἐφίκετο τρυγῆσαι καὶ ἐκόμισε δῶρον Χλόῃ καὶ λόγον τοιόνδ’ εἶπεν ὠργισμένῃ “ὦ παρθένε, τοῦτο τὸ μῆλον ἔφυσαν Ὧραι καλαὶ καὶ φυτὸν καλὸν ἔθρεψε πεπαίνοντος ἡλίου, καὶ ἐτήρησε Τύχη.
34.2
Καὶ οὐκ ἔμελλον αὐτὸ καταλιπεῖν ὀφθαλμοὺς ἔχων, ἵνα πέσῃ χαμαὶ καὶ ἢ ποίμνιον αὐτὸ πατήσῃ νεμόμενον ἢ ἑρπετὸν φαρμάξῃ συρόμενον ἢ χρόνος δαπανήσῃ κείμενον, βλεπόμενον, ἐπαινούμενον. Τοῦτο Ἀφροδίτη κάλλους ἔλαβεν ἆθλον·
34.3
τοῦτο ἐγὼ σοὶ δίδωμι νικητήριον. Ὁμοίως ἔχομεν τοὺς σοὺς μάρτυρας· ἐκεῖνος ἦν ποιμήν, αἰπόλος ἐγώ.” Ταῦτα εἰπὼν ἐντίθησι τοῖς κόλποις· ἡ δὲ ἐγγὺς γενόμενον κατεφίλησεν, ὥστε ὁ Δάφνις οὐ μετέγνω τολμήσας ἀνελθεῖν εἰς τοσοῦτον ὕψος· ἔλαβε γὰρ κρεῖττον καὶ χρυσοῦ μήλου φίλημα.