Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 3

3.4 Τότε βοῶν ἐπὶ φάτναις φροντὶς ἦν ἄχυρον ἐσθιόντων, αἰγῶν καὶ προβάτων ἐν τοῖς σηκοῖς φυλλάδας, ὑῶν ἐν τοῖς συφεοῖς ἄκυλον καὶ βαλάνους.
4.1 Ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνων τε ἀπηλλαγμένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύτερον.
4.2 Χλόη δὲ καὶ Δάφνις ἐν μνήμῃ γενόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκτας τε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ θανάτου παλιγγενεσίαν.
4.3 Ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς συνήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπιον, ἢ σύριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη.
4.4 Εὔχοντο δὴ ταῖς Νύμφαις καὶ τῷ Πανὶ καὶ τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν καὶ δεῖξαί ποτε αὐτοῖς καὶ ταῖς ἀγέλαις ἥλιον· ἅμα τε εὐχόμενοι τέχνην ἐζήτουν,
4.5 δι’ ἧς ἀλλήλους θεάσονται. Ἡ μὲν δὴ Χλόη δεινῶς ἄπορος ἦν καὶ ἀμήχανος· ἀεὶ γὰρ αὐτῇ συνῆν ἡ δοκοῦσα μήτηρ ἔριά τε ξαίνειν διδάσκουσα καὶ ἀτράκτους στρέφειν καὶ γάμου μνημονεύουσα· ὁ δὲ Δάφνις, οἷα σχολὴν ἄγων καὶ συνετώτερος κόρης, τοιόνδε σόφισμα εὗρεν ἐς θέαν τῆς Χλόης.
5.1 Πρὸ τῆς αὐλῆς τοῦ Δρύαντος, ὑπ’ αὐτῇ τῇ αὐλῇ, μυρρίναι μεγάλαι δύο καὶ κιττὸς ἐπεφύκει· αἱ μυρρίναι πλησίον ἀλλήλων, ὁ κιττὸς ἀμφοτέρων μέσος, ὥστε ἐφ’ ἑκατέραν διαθεὶς τοὺς ἀκρεμόνας ὡς ἄμπελος ἄντρου σχῆμα διὰ τῶν φύλλων ἐπαλλαττόντων ἐποίει· καὶ ὁ κόρυμβος πολὺς καὶ μέγας ὅσος βότρυς κλημάτων ἐξεκρέματο.
5.2 Ἦν οὖν πολὺ πλῆθος περὶ αὐτὸν τῶν χειμερινῶν ὀρνίθων ἀπορίᾳ τῆς ἔξω τροφῆς· πολὺς μὲν κόψιχος, πολλὴ δὲ κίχλη, καὶ φάτται καὶ ψᾶρες καὶ ὅσον ἄλλο κιττοφάγον πτερόν.
5.3 Τούτων τῶν ὀρνίθων ἐπὶ προφάσει θήρας ἐξώρμησεν ὁ Δάφνις, ἐμπλήσας μὲν τὴν πήραν ὀψημάτων μεμελιτωμένων, κομίζων δὲ ἐς πίστιν ἰξὸν καὶ βρόχους.
5.4 Τὸ μὲν οὖν μεταξὺ σταδίων ἦν οὐ πλέον δέκα· οὔπω δὲ ἡ χιὼν λελυμένη πολὺν αὐτῷ κάματον παρέσχεν· ἔρωτι δὲ ἄρα πάντα βάσιμα καὶ πῦρ καὶ ὕδωρ καὶ Σκυθικὴ χιών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme