Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 4

27.2 Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλόην. Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῷ Πανὶ ἐπεθύμησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῇ μητρὶ θεραπαίνας ἐμοῦ κρείττονας. Χαιρέτω· ἐγὼ δὲ οὐ ζήσομαι.”
28.1 Τοιαῦτα λέγουσαν, τοιαῦτα ἐννοοῦσαν ὁ Λάμπις ὁ βουκόλος μετὰ χειρὸς γεωργικῆς ἐπιστὰς ἥρπασεν αὐτήν, ὡς οὔτε Δάφνιδος ἔτι γαμήσοντος καὶ Δρύαντος ἐκεῖνον ἀγαπήσοντος. Ἡ μὲν οὖν ἐκομίζετο βοῶσα ἐλεεινόν, τῶν δέ τις ἰδόντων ἐμήνυσε τῇ Νάπῃ κἀκείνη τῷ Δρύαντι καὶ ὁ Δρύας τῷ Δάφνιδι.
28.2 Ὁ δὲ ἔξω τῶν φρενῶν γενόμενος οὔτε εἰπεῖν πρὸς τὸν πατέρα ἐτόλμα καὶ καρτερεῖν μὴ δυνάμενος εἰς τὸν περίκηπον εἰσελθὼν ὠδύρετο “ὢ τῆς πικρᾶς ἀνευρέσεως”
28.3 λέγων· “πόσον ἦν μοι κρεῖττον νέμειν; Πόσον ἤμην μακαριώτερος, δοῦλος ὤν; Τότε ἔβλεπον Χλόην, τότε , νῦν δὲ τὴν μὲν Λάμπις ἁρπάσας οἴχεται, νυκτὸς δὲ γενομένης συγκοιμήσεται. Ἐγὼ δὲ πίνω καὶ τρυφῶ καὶ μάτην τὸν Πᾶνα καὶ τὰς αἶγας καὶ τὰς Νύμφας ὤμοσα.”
29.1 Ταῦτα τοῦ Δάφνιδος λέγοντος ἤκουσεν ὁ Γνάθων ἐν τῷ παραδείσῳ λανθάνων· καὶ καιρὸν ἥκειν διαλλαγῶν πρὸς αὐτὸν νομίζων τινὰς τῶν τοῦ Ἀστύλου νεανίσκων προσλαβὼν μεταδιώκει τὸν Δρύαντα.
29.2 Καὶ ἡγεῖσθαι κελεύσας ἐπὶ τὴν τοῦ Λάμπιδος ἔπαυλιν συνέτεινε δρόμον· καὶ καταλαβὼν ἄρτι εἰσάγοντα τὴν Χλόην, ἐκείνην τε ἀφαιρεῖται καὶ ἀνθρώπους γεωργοὺς συνηλόησε πληγαῖς.
29.3 Ἐσπούδαζε δὲ καὶ τὸν Λάμπιν δήσας ἄγειν ὡς αἰχμάλωτον ἐκ πολέμου τινός, εἰ μὴ φθάσας ἀπέδρα. Κατορθώσας δὲ τηλικοῦτον ἔργον νυκτὸς ἀρχομένης ἐπανέρχεται.
29.4 Καὶ τὸν μὲν Διονυσοφάνην εὑρίσκει καθεύδοντα, τὸν δὲ Δάφνιν ἀγρυπνοῦντα καὶ ἔτι ἐν τῷ περικήπῳ δακρύοντα. Προσάγει δὴ τὴν Χλόην αὐτῷ καὶ διδοὺς διηγεῖται πάντα· καὶ δεῖται μηδὲν ἔτι μνησικακοῦντα δοῦλον ἔχειν οὐκ ἄχρηστον, μηδὲ ἀφελέσθαι τραπέζης, μεθ’ ἣν τεθνήξεται λιμῷ.
29.5 Ὁ δὲ ἰδὼν καὶ ἔχων ἐν ταῖς χερσὶ τὴν Χλόην τῷ μὲν ὡς εὐεργέτῃ διηλλάττετο, τῇ δὲ ὑπὲρ τῆς ἀμελείας ἀπελογεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme