Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 4

34.2 Ταῦτα ἰδὼν καὶ ἀκούσας ἕωθεν ἀνίσταται καὶ κελεύσας λαμπρὰν ἑστίασιν παρασκευασθῆναι τῶν ἀπὸ γῆς τῶν ἀπὸ θαλάττης καὶ εἴ τι ἐν λίμναις καὶ εἴ τι ἐν ποταμοῖς, πάντας τοὺς ἀρίστους Μυτιληναίων ποιεῖται συμπότας.
34.3 Ὡς δὲ ἤδη νὺξ ἦν καὶ ἐπέπληστο ὁ κρατὴρ ἐξ οὗ σπένδουσιν Ἑρμῇ, εἰσκομίζει τις ἐπὶ σκεύους ἀργυροῦ θεράπων τὰ γνωρίσματα καὶ περιφέρων ἐνδέξια πᾶσιν ἐδείκνυε.
35.1 Τῶν μὲν οὖν ἄλλων ἐγνώρισεν οὐδείς, Μεγακλῆς δέ τις διὰ γῆρας ὕστατος κατακείμενος ὡς εἶδε, γνωρίσας πάνυ μέγα καὶ νεανικὸν ἐβόα “τίνα ὁρῶ ταῦτα; Τί γέγονάς μοι θυγάτριον; Ἆρα σὺ ζῇς ἢ ταῦτά τις ἐβάστασε μόνα ποιμὴν ἐντυχών;
35.2 Δέομαι, Διονυσόφανες, εἰπέ μοι· πόθεν ἔχεις ἐμοῦ παιδίου γνωρίσματα; Μὴ φθονήσῃς μετὰ Δάφνιν εὑρεῖν τι κἀμέ.” Κελεύσαντος δὲ τοῦ Διονυσοφάνους πρότερον ἐκεῖνον λέγειν τὴν ἔκθεσιν, ὁ Μεγακλῆς οὐδὲν ὑφελὼν τοῦ
35.3 τόνου τῆς φωνῆς ἔφη “ἦν ὀλίγος μοι βίος τὸν πρότερον χρόνον· ὃν γὰρ εἶχον εἰς χορηγίας καὶ τριηραρχίας ἐξεδαπάνησα. Ὅτε ταῦτα ἦν, γίνεταί μοι θυγάτριον. Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίᾳ, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι.
35.4 Καὶ τὸ μὲν ἐξέκειτο ἐν ἄντρῳ Νυμφῶν πιστευθὲν ταῖς θεαῖς, ἐμοὶ δὲ πλοῦτος ἐπέρρει καθ’ ἑκάστην ἡμέραν κληρονόμον οὐκ ἔχοντι.
35.5 Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα, ἀλλ’ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πατέρα ποιήσει ποίμνιον.”
36.1 Ἀνεβόησεν ὁ Διονυσοφάνης μεῖζον τοῦ Μεγακλέους καὶ ἀναπηδήσας εἰσάγει Χλόην πάνυ καλῶς κεκοσμημένην καὶ λέγει “τοῦτο τὸ παιδίον ἐξέθηκας. Ταύτην σοὶ τὴν παρθένον οἶς προνοίᾳ θεῶν ἐξέθρεψεν,
36.2 ὡς αἲξ Δάφνιν ἐμοί. Λαβὲ τὰ γνωρίσματα καὶ τὴν θυγατέρα, λαβὼν δὲ ἀπόδος Δάφνιδι νύμφην. Ἀμφοτέρους ἐξεθήκαμεν, ἀμφοτέρους εὑρήκαμεν, ἀμφοτέρων ἐμέλησε Πανὶ καὶ Νύμφαις καὶ Ἔρωτι.”
36.3 Ἐπῄνει τὰ λεγόμενα ὁ Μεγακλῆς καὶ τὴν γυναῖκα Ῥόδην μετεπέμπετο καὶ τὴν Χλόην ἐν τοῖς κόλποις εἶχε. Καὶ ὕπνον αὐτοῦ μένοντες εἵλοντο· Δάφνις γὰρ οὐδενὶ διώμνυτο προήσεσθαι τὴν Χλόην, οὐδὲ αὐτῷ τῷ πατρί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme