Book 4
12.3
ὁ δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀποδραμὼν κείμενον κατέλιπεν ἀνδρός, οὐ παιδὸς πρὸς χειραγωγίαν δεόμενον· καὶ οὐκέτι προσίετο ὅλως, ἀλλ’ ἄλλοτε ἄλλῃ τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν.
12.4
Οὐδὲ ὁ Γνάθων ἔτι περιειργάζετο, καταμαθὼν ὡς οὐ μόνον καλός, ἀλλὰ καὶ ἰσχυρός ἐστιν· ἐπετήρει δὲ καιρὸν διαλεχθῆναι περὶ αὐτοῦ τῷ Ἀστύλῳ καὶ ἤλπιζε δῶρον αὐτὸν ἕξειν παρὰ τοῦ νεανίσκου πολλὰ καὶ μεγάλα χαρίζεσθαι θέλοντος.
13.1
Τότε μὲν οὖν οὐκ ἠδυνήθη, προσῄει γὰρ ὁ Διονυσοφάνης ἅμα τῇ Κλεαρίστῃ, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν· μετὰ δὲ τοῦτο συνέταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν.
13.2
Ἦν δὲ ὁ Διονυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος· ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος.
13.3
Οὗτος ἐλθὼν τῇ πρώτῃ μὲν ἡμέρᾳ θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροικίας, Δήμητρι καὶ Διονύσῳ καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα· ταῖς δὲ ἄλλαις ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα.
13.4
Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει (περὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν) ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπῄνει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο.
13.5
Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.
14.1
Χλόη μὲν οὖν εἰς τὴν ὕλην ἔφυγεν, ὄχλον τοσοῦτον αἰδεσθεῖσα καὶ φοβηθεῖσα· ὁ δὲ Δάφνις εἱστήκει δέρμα λάσιον αἰγὸς ἐζωσμένος, πήραν νεορραφῆ κατὰ τῶν ὤμων ἐξηρτημένος, κρατῶν ταῖς χερσὶν ἀμφοτέραις τῇ μὲν ἀρτιπαγεῖς τυρούς, τῇ δὲ ἐρίφους γαλαθηνούς.
14.2
Εἴ ποτε Ἀπόλλων Λαομέδοντι θητεύων ἐβουκόλησε, τοιόσδε ἦν, οἷος τότε ὤφθη Δάφνις. Αὐτὸς μὲν οὖν εἶπεν οὐδέν, ἀλλὰ ἐρυθήματος πλησθεὶς ἔνευσε κάτω, προτείνας τὰ δῶρα· ὁ δὲ Λάμων “οὗτος” εἶπε “σοί, δέσποτα, τῶν αἰγῶν αἰπόλος.