Thesauros Literature novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 4

18.1 Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι.
18.2 Ὁ μὲν οὖν Δάφνις ἐκ. πλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών· ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην “οἰχόμεθα” εἶπεν “ὦ γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά.
18.3 Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα· ἀλλ’ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ’ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.”
19.1 Καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν· ὁ δὲ Ἀστύλος σχολὴν ἄγοντι τῷ πατρὶ προσρυεὶς αἰτεῖ τὸν Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ ἀστικὰ διδαχθῆναι δυνάμενον.
19.2 Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ’ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους.
19.3 Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν “ἄκουσον, ὦ δέσποτα, παρ’ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι.
19.4 Οὐκ εἰμὶ Δάφνιδος πατήρ, οὐδ’ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτο τὸ παιδίον, ἴσως παιδίων πρεσβυτέρων ἅλις ἔχοντες· ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῷ περικήπῳ φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme