Thesauros Literature novel Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Book 3

1.1 Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ καὶ τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος· τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.
1.2 Ἐκεῖθεν γὰρ Ἱππόθοος ἐνενόει συλλεξάμενος νεανίσκους ἀκμάζοντας συστήσασθαι πάλιν τὸ λῃστήριον. Ἰοῦσι δὲ αὐτοῖς διὰ κωμῶν μεγάλων πάντων ἦν ἀφθονία τῶν ἐπιτηδείων· καὶ γὰρ ὁ Ἱππόθοος ἐμπείρως εἶχε τῆς Καππαδοκῶν φωνῆς, καὶ αὐτῷ πάντες ὡς οἰκείῳ προσεφέροντο.
1.3 Διανύσαντες δὲ τὴν ὁδὸν ἡμέραις δέκα εἰς Μάζακον ἔρχονται κἀνταῦθα πλησίον τῶν πυλῶν εἰσῳκίσαντο καὶ ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι.
1.4 Καὶ δὴ εὐωχουμένων αὐτῶν ἐστέναξεν ὁ Ἱππόθοος καὶ ἐπεδάκρυσεν· ὁ δὲ Ἁβροκόμης ἤρετο αὐτὸν τίς ἡ αἰτία τῶν δακρύων. Καὶ ὃς μεγάλα ἔφη τἀμὰ διηγήματα καὶ πολλὴν ἔχοντα τραγῳδίαν.
1.5 Ἐδεῖτο Ἁβροκόμης εἰπεῖν, ὑπισχνούμενος καὶ τὰ καθʼ αὑτὸν διηγήσεσθαι. Ὁ δʼ ἀναλαβὼν ἄνωθεν (μόνοι δʼ ἐτύγχανον ὄντες) διηγεῖται τὰ καθʼ αὑτόν.
2.1 Ἐγὼ ἔφη εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.
2.2 Νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχωρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῷ. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα.
2.3 Ἑορτῆς οὖν ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπʼ αὐτῆς πρόσειμι τῷ Ὑπεράνθῃ καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με.
2.4 Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοποιεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρʼ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθημεν καιροῦ λαβόμενοι γενέσθαι μετʼ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας ἀνύποπτον ἦν. Καὶ χρόνῳ συνῆμεν πολλῷ, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε.
2.5 Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.
1 / 11 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme