Thesauros Literature novel Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Book 3

2.13 Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνηθεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέστησα τῷ τάφῳ καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλασάμενος Ἱππόθοος κλεινῷ τεῦξεν τόδε σῆμ’ Ὑπεράνθῃ, οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.
2.14 Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι’ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ Παμφυλίαν· κἀνταῦθα ἀπορίᾳ βίου καὶ ἀθυμίᾳ τῆς συμφορᾶς ἐπέδωκα ἐμαυτὸν λῃστηρίῳ. Καὶ τὰ μὲν πρῶτα ὑπηρέτης λῃστηρίου γενόμενος, τελευταῖον δὲ περὶ Κιλικίαν αὐτὸς συνεστησάμην λῃστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.
2.15 Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ σεαυτοῦ· δῆλος γὰρ εἶ μεγάλῃ τινὶ ἀνάγκῃ τῇ κατὰ τὴν πλάνην χρώμενος.
3.1 Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν.
3.2 Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψει χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι.
3.3 Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος ἄλλο ἔφη σοὶ διήγημα παρῆλθον οὐκ εἰπών·
3.4 πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme