Thesauros Literature novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
9.6 Καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή·
9.7 τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατ’ ἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος.
9.8 Τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ· φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων τῶν Ναξίων.

De Leucone

10.1 Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. Ἦν δὲ φιλοκύνηγος· καὶ μεθ’ ἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθ’ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι.
10.2 Ἡ δὲ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, ὅ τι ποιῶν ἥδοιτο τῇ κατ’ ὄρος διαίτῃ· αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει.
10.3 Αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ ἡ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme