Thesauros Literature novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
12.1 Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως ʽτότε γὰρ ἐτύγχανε παρὼν’ ἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου.
12.2 Ἐπεὶ μέντοι οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην, μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα παρατίθησιν· ἦν δ’ ἄρα φαρμάκων ἀνάπλεω τὰ ἐδέσματα, φαγών τε ὁ Κάλχος εὐθέως παραπλὴξ γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. Ἐπεὶ μέντοι μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν, πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.

De Harpalyce

13.1 Κλύμενος δὲ ὁ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγατέρα δὲ Ἁρπαλύκην πολύ τι τῶν ἡλίκων θηλειῶν κάλλει διαφέρουσαν.
13.2 Ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος· ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συνῆλθεν.
13.3 Ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νειλειδῶν, ἀξόμενος αὐτήν, ᾧ καθωμολόγητο, παραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαίσας· μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶναι μεταθεῖ τὸν Ἀλάστορα, καὶ περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κόρην, ἀγαγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο.
13.4 Ἡ δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς δόξασα πεπονθέναι τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παρ’ Ἀργείοις τελουμένης, ἐν ᾗ δημοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί.
13.5 Καὶ ταῦτα δράσασα αὐτὴ μὲν εὐξαμένη θεοῖς ἐξ ἀνθρώπων ἀπαλλαγῆναι μεταβάλλει τὴν ὄψιν εἰς χαλκίδα ὄρνιν· Κλύμενος δέ, ὡς ἔννοιαν ἔλαβε τῶν συμφορῶν, διαχρῆται ἑαυτόν.

De Antheo

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme