Thesauros Literature novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
16.3 Ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. Καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος ὃν ὑπ’ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ’ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θράκης ὄφις ἀνεῖλεν.

De Periandri matre

17.1 λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι δι’ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ πόθῳ κατείχετο, καὶ τέως μὲν ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην.
17.2 Ὁ δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. Κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπ’ αἰδοῦς.
17.3 Καθομολογησαμένου δὲ τοῦ Περιάνδρου πάντα ποιήσειν κατὰ τὴν ὑφήγησιν τῆς μητρός, ὡς ὅτι κράτιστα αὑτὴν ἀσκήσασα εἰσέρχεται παρὰ τὸν παῖδα, καὶ πρὶν ἢ ὑποφαίνειν ἕω λαθραίως ἔξεισιν.
17.4 Τῇ δ’ ὑστεραίᾳ ἀναπυνθανομένης αὐτῆς εἰ κατὰ νοῦν αὐτῷ γένοιτο καὶ εἰ αὖτις θέλοι αὐτὴν παρ’ αὐτὸν ἀφικέσθαι, ὁ Περίανδρος σπουδάζειν τε ἔφη καὶ ἡσθῆναι οὐ μετρίως. Ὡς δὲ ἐκ τούτου οὐκ ἀνίει φοιτῶσα πρὸς τὸν παῖδα καί τις καὶ ἔρως ὑπῄει τὸν Περίανδρον, ἤδη σπουδὴν ἐτίθετο γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme