Thesauros Literature novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
17.5 Καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ’ αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι.
17.6 Τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν ὁ Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· ἡ δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.

De Neaera

18.1 Ὑψικρέων δὲ Μιλήσιος καὶ Προμέδων Νάξιος μάλιστα φίλω ἤστην. Ἀφικομένου οὖν ποτε Προμέδοντος εἰς Μίλητον, θατέρου λέγεται τὴν γυναῖκα Νέαιραν ἐρασθῆναι αὐτοῦ. Καὶ παρόντος μὲν τοῦ Ὑψικρέοντος μὴ τολμᾶν αὐτὴν διαλέγεσθαι τῷ ξένῳ·
18.2 μετὰ δὲ χρόνον ὡς ὁ μὲν Ὑψικρέων ἐτύγχανεν ἀποδημῶν, ὁ δὲ αὖτις ἀφίκετο, νύκτωρ αὐτοῦ κοιμωμένου ὑπεισέρχεται ἡ Νέαιρα καὶ πρῶτον μὲν οἵα τε ἦν πείθειν αὐτόν· ἐπειδὴ δὲ ἐκεῖνος οὐκ ἐνεδίδου, Δία τε Ἑταιρήιον καὶ Ξένιον αἰδούμενος, προσέταξεν ἡ Νέαιρα ταῖς θεραπαίναις ἀποκλεῖσαι τὸν θάλαμον, καὶ οὕτως, πολλὰ ἐπαγωγὰ ποιούσης, ἠναγκάσθη μιγῆναι αὐτῇ·
18.3 τῇ μέντοι ὑστεραίᾳ δεινὸν ἡγησάμενος εἶναι τὸ πραχθὲν ᾤχετο πλέων ἐπὶ τῆς Νάξου. ἔνθα δὴ καὶ ἡ Νέαιρα δείσασα τὸν Ὑψικρέοντα διέπλευσεν εἰς τὴν Νάξον· κἀπειδὴ αὐτὴν ἐζήτει ὁ Ὑψικρέων, ἱκέτις προσκαθίζετο ἐπὶ τῆς ἑστίας τῆς ἐν τῷ Πρυτανείῳ.
18.4 Οἱ δὲ Νάξιοι λιπαροῦντι τῷ Ὑψικρέοντι ἐκδώσειν μὲν οὐκ ἔφασαν, ἐκέλευον μέντοι πείσαντα αὐτὴν ἄγεσθαι· δόξας δὲ ὁ Ὑψικρέων ἀσεβεῖσθαι, πείθει τοὺς Μιλησίους πολεμεῖν τοῖς Ναξίοις.

De Pancrato

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme