Thesauros Literature Oratory Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον Isocrates
67 δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο· ἣν ὑμᾶςὑμᾶς Blass: ἡμεῖς. νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲἀξιοῦντες δὲ added by Blass, the MSS. indicating a lacuna of 8 or 9 letters. τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν.ἐμμένειν Blass: ἐμμένοντες.
68 καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο,γένοιντο Aldus: ἐγένοντο Λ. ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν. ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλονμᾶλλον στασιάσαι Blass, who transfers μᾶλλον from before ὁμονοεῖν and indicates unnecessarily a lacuna there: Drerup μηκέτι στασιάσαι. στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν. ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme