Thesauros Literature Oratory Περὶ τοῦ ζεύγους

Περὶ τοῦ ζεύγους

Περὶ τοῦ ζεύγους Isocrates
27 καὶ κατέστησαν ἐκείνην τὴν δημοκρατίαν, ἐξ ἧς οἱ πολῖται πρὸς μὲν ἀνδρίαν οὕτως ἐπαιδεύθησαν ὥστε τοὺς βαρβάρους τοὺς ἐπὶ πᾶσαν ἐλθόντας τὴν Ἑλλάδα μόνοι νικᾶν μαχόμενοι, περὶ δὲ δικαιοσύνης τοσαύτην δόξαν ἔλαβον ὥσθʼ ἑκόντας αὐτοῖς τοὺς Ἕλληνας ἐγχειρίσαι τὴν ἀρχὴν τῆς θαλάττης, τὴν δὲ πόλιν τηλικαύτην τὸ μέγεθος ἐποίησαν καὶ τῇ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς ὥστε τοὺς φάσκοντας αὐτὴν ἄστυ τῆς Ἑλλάδος εἶναι καὶ τοιαύταις ὑπερβολαῖς εἰθισμένους χρῆσθαι δοκεῖν ἀληθῆ λέγειν.
28 τὴν μὲν οὖν φιλίαν τὴν πρὸς τὸν δῆμον οὕτω παλαιὰν καὶ γνησίαν καὶ διὰ τὰς μεγίστας εὐεργεσίας γεγενημένην παρὰ τῶν προγόνων παρέλαβεν· αὐτὸς δὲ κατελείφθη μὲν ὀρφανός, ὁ γὰρ πατὴρ αὐτοῦ μαχόμενος ἐν Κορωνείᾳ τοῖς πολεμίοις ἀπέθανεν, ἐπετροπεύθη δʼ ὑπὸ Περικλέους, ὃν πάντες ἂν ὁμολογήσειαν καὶ σωφρονέστατον καὶ δικαιότατον καὶ σοφώτατον γενέσθαι τῶν πολιτῶν. ἡγοῦμαι γὰρ καὶ τοῦτʼ εἶναι τῶν καλῶν, ἐκ τοιούτων γενόμενον ὑπὸ τοιούτοις ἤθεσιν ἐπιτροπευθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι.
29 δοκιμασθεὶς δʼ οὐκ ἐνδεέστερος ἐγένετο τῶν προειρημένων, οὐδʼ ἠξίωσεν αὐτὸς μὲν ῥᾳθύμως ζῆν, σεμνύνεσθαι δʼ ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, ἀλλʼ εὐθὺς οὕτω μέγʼ ἐφρόνησεν, ὥστʼ ᾠήθη δεῖν διʼ αὑτὸν καὶ τἀκείνων ἔργα μνημονεύεσθαι. καὶ πρῶτον μέν, ὅτε Φορμίων ἐξήγαγεν ἐπὶ Θρᾴκης χιλίους Ἀθηναίων, ἐπιλεξάμενος τοὺς ἀρίστους, μετὰ τούτων στρατευσάμενος τοιοῦτος ἦν ἐν τοῖς κινδύνοις ὥστε στεφανωθῆναι καὶ πανοπλίαν λαβεῖν παρὰ τοῦ στρατηγοῦ.
30 καίτοι τί χρὴχρὴ ΓΕ · χρὴ νομίζειν ποιεῖν vulg. τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐ μετὰ μὲν τῶν βελτίστων ἐκ τῆς πόλεως στρατευόμενον ἀριστείων ἀξιοῦσθαι, πρὸς δὲ τοὺς κρατίστους τῶν Ἑλλήνων ἀντιστρατηγοῦντʼ ἐν ἅπασι τοῖς κινδύνοις αὐτῶν φαίνεσθαι περιγιγνόμενον; ἐκεῖνος τοίνυν τῶν μὲν νέος ὢν ἔτυχε, τὰ δʼ ἐπειδὴ πρεσβύτερος ἦν ἔπραξεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme