39
διὰ δὲ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν ὑπὲρ τοῦ πατρὸς ἀπορῶ, τίνος ἐν τῷ παρόντι πρέπει μνησθῆναι καὶ ποῖʼ αὐτῶν χρὴ παραλιπεῖν· ἀεὶ γάρ μοι δοκεῖ μεῖζον εἶναι τὸ μήπω πεφρασμένον τῶν ἤδη πρὸς ὑμᾶς εἰρημένων. ἐπεὶ καὶ τοῦθʼ ἡγοῦμαι πᾶσιν εἶναι φανερὸν ὅτι τοῦτον ἀναγκαῖόν ἐστιν εὐνούστατον εἶναι ταῖς τῆς πόλεως εὐτυχίαις, ὅτῳ πλεῖστον μέρος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν μέτεστιν.
40
ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος ἢ θαυμαστότερος ἢ ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων ἢ χρημάτων πλειόνων ἢ δόξης καλλίονος ἐστερήθη; οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθʼ οἱ μὲν ἄλλοι τὴν πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν; οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος ὁμοίως ἔργον ἐποιήσαντʼ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι δυνάμενον ἀπολέσαιεν;
41
ὥστʼ οὐ μόνον ἐξ ὧν ὑμᾶς εὖ πεποίηκεν ἀλλὰ καὶ ἐξ ὧν διʼ ὑμᾶς κακῶς πέπονθε ῥᾴδιον γνῶναι τὴν εὔνοιαν τὴν ἐκείνου. φαίνεται γὰρ τῷ δήμῳ βοηθῶν, τῆς αὐτῆς πολιτείας ὑμῖν ἐπιθυμῶν, ὑπὸ τῶν αὐτῶν κακῶς πάσχων, ἅμα τῇ πόλει δυστυχῶν, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑμῖν νομίζων, ἐκ παντὸς τρόπου κινδυνεύων τὰ μὲν ὑφʼ ὑμῶν, τὰ δὲ διʼ ὑμᾶς,
42
τὰ δʼ ὑπὲρ ὑμῶν, τὰ δὲ μεθʼ ὑμῶν, ἀνόμοιος πολίτης Χαρικλεῖ τῷ τούτου κηδεστῇ γεγενημένος, ὃς τοῖς μὲν πολεμίοις δουλεύειν ἐπεθύμει, τῶν δὲ πολιτῶν ἄρχειν ἠξίου, καὶ φεύγων μὲν ἡσυχίαν εἶχε, κατελθὼν δὲ κακῶς ἐποίει τὴν πόλιν. καίτοι πῶς ἂν γένοιτʼ ἢ φίλος πονηρότερος ἢ ἐχθρὸς ἐλάττονος ἄξιος;
43
εἶτα σὺ κηδεστὴς μὲν ὢν ἐκείνου, βεβουλευκὼς δʼ ἐπὶ τῶν τριάκοντα τολμᾷς ἑτέροις μνησικακεῖν, καὶ οὐκ αἰσχύνει τὰς συνθήκας παραβαίνων διʼ ἃς αὐτὸς οἰκεῖς τὴν πόλιν, οὐδʼ ἐνθυμεῖ διότι, ὁπόταν δόξῃ τῶν παρεληλυθότων τιμωρίαν ποιεῖσθαι, σοὶ καὶ προτέρῳ καὶ μᾶλλον ἢ ʼμοὶ κινδυνεύειν ὑπάρχει;