Thesauros Literature Oratory Αἰγητικὸς

Αἰγητικὸς

Αἰγητικὸς Isocrates
12 ὅμως δʼ οὐδὲν ἐνέλιπεν, ἀλλʼ ἐπειδὴ πονηρῶς διέκειτο καὶ οὐδεμίαν ἐλπίδʼ εἶχε τοῦ βίου, παρακαλέσας μάρτυρας υἱόν μʼ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν αὑτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν. καί μοι λαβὲ τὰς διαθήκας.
12 Διαθῆκαι
12 ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τὸν Αἰγινητῶν· κατὰ γὰρ τοῦτον ἔδει ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳκοῦμεν.
12 Νόμος
13 κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μʼ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν αὑτοῦ καὶ φίλον ὄντα, γεγονότα δʼ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δʼ ὁμοίως αὑτῷ καὶ τεθραμμένον. ὥστʼ οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει παῖδας εἰσποιεῖσθαι. λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθʼ ὃν ἡμεῖς ἐπολιτευόμεθα.
13 Νόμος
14 εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρʼ αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν· νῦν δὲ κἀκεῖνος ὁμοίως τοῖς ἀνεγνωσμένοις κεῖται. καί μοι λαβὲ τὸ βιβλίον.
14 Νόμος
15 τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρʼ ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθʼ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπών, ἔτι δʼ ὁ παρʼ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος; καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατʼ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι;
16 περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· ἵνα δὲ μηδεὶς οἴηται μήτʼ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλʼ ὡς καὶ δικαίως ταῦτʼ ἔπραξεν. ῥᾳδίας δʼ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme