22
νῦν δὲ τὰς μὲν οὐσίας τὰς ἡμετέρας ἰδίᾳ διηρπάκασι, τῆς δὲ διαβολῆς ἅπασι τοῖς συμμάχοις ἥκουσι μεταδώσοντες. ἣν ὑμεῖς, ἢν σωφρονῆτε, φυλάξεσθε· πολὺ γὰρ κάλλιον τούτους ἀναγκάσαι μιμήσασθαι τὴν ὁσιότητα τὴν ὑμετέραν ἢ τῆς τούτων παρανομίας αὐτοὺς πεισθῆναι μετασχεῖν, οἳ μηδὲν τῶν αὐτῶν τοῖς ἄλλοις γιγνώσκουσιν.
23
οἶμαι γὰρ ἅπασι φανερὸν εἶναι διότι προσήκει τοὺς εὖ φρονοῦντας ἐν μὲν τῷ πολέμῳ σκοπεῖν ὅπως ἐκ παντὸς τρόπου πλέον ἕξουσι τῶν ἐχθρῶν, ἐπειδὰν δʼ εἰρήνη γένηται, μηδὲν περὶ πλείονος ποιεῖσθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν.
24
οὗτοι δὲ τότε μὲν ἐν ἁπάσαις ταῖς πρεσβείαις ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας ἐποιοῦντο τοὺς λόγους· ἐπειδὴ δὲ νομίζουσιν αὑτοῖς ἄδειαν γεγενῆσθαι, πάντων τῶν ἄλλων ἀμελήσαντες ὑπὲρ τῶν ἰδίων κερδῶν καὶ τῆς αὑτῶν βίας λέγειν τολμῶσι,
25
καὶ φασὶ τὸ Θηβαίους ἔχειν τὴν ἡμετέραν, τοῦτο συμφέρον εἶναι τοῖς συμμάχοις, κακῶς εἰδότες ὡς οὐδʼ αὐτοῖς τοῖς παρὰ τὸ δίκαιον πλεονεκτοῦσιν οὐδὲ πώποτε συνήνεγκεν, ἀλλὰ πολλοὶ δὴ τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσαντες περὶ τῆς αὑτῶν δικαίως εἰς τοὺς μεγίστους κινδύνους κατέστησαν.
26
ἀλλὰ μὴν οὐδʼ ἐκεῖνό γʼ ἕξουσι λέγειν, ὡς αὐτοὶ μέν, μεθʼ ὧν ἂν γένωνται, πιστοὶ διατελοῦσιν ὄντες, ἡμᾶς δʼ ἄξιον φοβεῖσθαι, μὴ κομισάμενοι τὴν χώραν πρὸς Λακεδαιμονίους ἀποστῶμεν· εὑρήσετε γὰρ ἡμᾶς μὲν δὶς ἐκπεπολιορκημένους ὑπὲρ τῆς φιλίας τῆς ὑμετέρας, τούτους δὲ πολλάκις εἰς ταύτην τὴν πόλιν ἐξημαρτηκότας.
27
καὶ τὰς μὲν παλαιὰς προδοσίας πολὺ ἂν ἔργον εἴη λέγειν· γενομένου δὲ τοῦ Κορινθιακοῦ πολέμου διὰ τὴν ὕβριν τὴν τούτων, καὶ Λακεδαιμονίων μὲν ἐπʼ αὐτοὺς στρατευσάντων, διʼ ὑμᾶς δὲ σωθέντες οὐχ ὅπως τούτων χάριν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διελέλυσθεδιελέλυσθε Γ· διελύσασθε Ε· διελύεσθε Priscian, read by Blass. τὸν πόλεμον, ἀπολιπόντες ὑμᾶς εἰς τὴν Λακεδαιμονίων συμμαχίαν εἰσῆλθον.