78
καὶ μὴ νόμιζέ με καταγιγνώσκειν, ὡς νῦν ἀμελεῖς, ὅτι πολλάκις σοι διακελεύομαι περὶ τῶν αὐτῶν. οὐ γὰρ οὔτʼ ἐμὲ λέληθας οὔτε τοὺς ἄλλους ὅτι καὶ πρῶτος καὶ μόνος τῶν ἐν τυραννίδι καὶ πλούτῳ καὶ τρυφαῖς ὄντων φιλοσοφεῖν καὶ πονεῖν ἐπικεχείρηκας, οὐδʼ ὅτι πολλοὺς τῶν βασιλέων ποιήσεις ζηλώσαντας τὴν σὴν παίδευσιν τούτων τῶν διατριβῶν ἐπιθυμεῖν, ἀφεμένους ἐφʼ οἷς νῦν λίαν χαίρουσιν.
79
ἀλλʼ ὅμως ἐγὼ ταῦτʼ εἰδὼς οὐδὲν ἧττον καὶ ποιῶ καὶ ποιήσω ταὐτὸν ὅπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ θεαταί· καὶ γὰρ ἐκεῖνοι παρακελεύονται τῶν δρομέων οὐ τοῖς ἀπολελειμμένοις ἀλλὰ τοῖς περὶ τῆς νίκης ἁμιλλωμένοις.
80
ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγεσθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν· σοὶ δὲ προσήκει μηδὲν ἐλλείπειν ἀλλʼ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων. ὡς ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν, μάλιστα δʼ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν.
81
χρὴ δʼ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη κρείττων, ἀλλʼ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δʼ ὑπογυιότατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων. ἔστι δʼ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων· ἂν γὰρ ἐμμένῃς τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως γενήσει τοιοῦτος οἷόν σε προσήκει.