Thesauros Literature Oratory Εὐαγόρας

Εὐαγόρας

Εὐαγόρας Isocrates
37 ἀλλὰ μὴν τῶν γʼ ἐπὶ τάδε γεγενημένων, ἴσως δὲ καὶ τῶν ἁπάντων, Κῦρον τὸν Μήδων μὲν ἀφελόμενον τὴν ἀρχήν, Πέρσαις δὲ κτησάμενον, καὶ πλεῖστοι καὶ μάλιστα θαυμάζουσιν. ἀλλʼ ὁ μὲν τῷ Περσῶν στρατοπέδῳ τὸ Μήδων ἐνίκησεν, ὃ πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ῥᾳδίως ἂν ποιήσειαν· ὁ δὲ διὰ τῆς ψυχῆς τῆς αὑτοῦ καὶ τοῦ σώματος τὰ πλεῖστα φαίνεται τῶν προειρημένων διαπραξάμενος.
38 ἔπειτʼ ἐκ μὲν τῆς Κύρου στρατηγίας οὔπω δῆλον ὅτι καὶ τοὺς Εὐαγόρου κινδύνους ἂν ὑπέμεινεν, ἐκ δὲ τῶν τούτῳ πεπραγμένων ἅπασι φανερόν, ὅτι ῥᾳδίως ἂν κἀκείνοις τοῖς ἔργοις ἐπεχείρησεν. πρὸς δὲ τούτοις τῷ μὲν ὁσίως καὶ δικαίως ἅπαντα πέπρακται, τῷ δʼ οὐκ εὐσεβῶς ἔνια συμβέβηκεν· ὁ μὲν γὰρ τοὺς ἐχθροὺς ἀπώλεσε, Κῦρος δὲ τὸν πατέρα τὸν τῆς μητρὸς ἀπέκτεινεν. ὥστʼ εἴ τινες βούλοιντο μὴ τὸ μέγεθος τῶν συμβάντων ἀλλὰ τὴν ἀρετὴν τὴν ἑκατέρου κρίνειν, δικαίως ἂν Εὐαγόραν καὶ τούτου μᾶλλον ἐπαινέσειαν.
39 εἰ δὲ δεῖ συντόμως καὶ μηδὲν ὑποστειλάμενον μηδὲ δείσαντα τὸν φθόνον, ἀλλὰ παρρησίᾳ χρησάμενον εἰπεῖν, οὐδεὶς οὔτε θνητὸς οὔθʼ ἡμίθεος οὔτʼ ἀθάνατος εὑρεθήσεται κάλλιον οὐδὲ λαμπρότερον οὐδʼ εὐσεβέστερον λαβὼν ἐκείνου τὴν βασιλείαν. καὶ τούτοις ἐκείνως ἄν τις μάλιστα πιστεύσειεν, εἰ σφόδρα τοῖς λεγομένοις ἀπιστήσας ἐξετάζειν ἐπιχειρήσειεν, ὅπως ἕκαστος ἐτυράννευσεν. φανήσομαι γὰρ οὐκ ἐκ παντὸς τρόπου μεγάλα λέγειν προθυμούμενος, ἀλλὰ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν οὕτω περὶ αὐτοῦ θρασέως εἰρηκώς.
40 εἰ μὲν οὖν ἐπὶ μικροῖς διήνεγκε, τοιούτων ἂν καὶ τῶν λόγων αὐτῷ προσῆκεν ἀξιοῦσθαι· νῦν δʼ ἅπαντες ἂν ὁμολογήσειαν τυραννίδα καὶ τῶν θείων ἀγαθῶν καὶ τῶν ἀνθρωπίνων μέγιστον καὶ σεμνότατον καὶ περιμαχητότατον εἶναι. τὸν δὴ τὸ κάλλιστον τῶν ὄντων κάλλιστα κτησάμενον τίς ἂν ἢ ποιητὴς ἢ λόγων εὑρετὴς ἀξίως τῶν πεπραγμένων ἐπαινέσειεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme