Thesauros Literature Oratory Ἀρχίδαμος

Ἀρχίδαμος

Ἀρχίδαμος Isocrates
33 ὧν ἓν ἕκαστον ἱκανόν ἐστι διαλῦσαι τοὺς λόγους τῶν τολμώντων κατηγορεῖν ὡς ἢ νῦν διὰ πλεονεξίαν οὐ ποιούμεθα τὴν εἰρήνην, ἢ τότε τῶν ἀλλοτρίων ἐπιθυμοῦντες ἐπολεμήσαμεν πρὸς Μεσσηνίους. περὶ μὲν οὖν τῆς κτήσεως ἔνεστι μὲν ἴσως πλείω τούτων εἰπεῖν, οὐ μήν ἀλλὰ καὶ ταῦθʼ ἱκανῶς εἰρῆσθαι νομίζω.
34 λέγουσι δʼ οἱ συμβουλεύοντες ἡμῖν ποιεῖσθαι τὴν εἰρήνην, ὡς χρὴ τοὺς εὖ φρονοῦντας μὴ τὴν αὐτὴν γνώμην ἔχειν περὶ τῶν πραγμάτων εὐτυχοῦντας καὶ δυστυχοῦντας, ἀλλὰ πρὸς τὸ παρὸν ἀεὶ βουλεύεσθαι καὶ ταῖς τύχαις ἐπακολουθεῖν καὶ μὴ μεῖζον φρονεῖν τῆς δυνάμεως, μηδὲ τὸ δίκαιον ἐν τοῖς τοιούτοις καιροῖς ἀλλὰ τὸ συμφέρον ζητεῖν.
35 ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων ὁμολογῶ τούτοις, ὅπως δὲ χρὴ τοῦ δικαίου ποιεῖσθαί τι προὐργιαίτερον οὐδεὶς ἄν με λέγων πείσειεν. ὁρῶ γὰρ καὶ τοὺς νόμους ἕνεκα τούτου κειμένους, καὶ τοὺς ἄνδρας τοὺς καλοὺς κἀγαθοὺς ἐπὶ τούτῳ φιλοτιμουμένους, καὶ τὰς εὖ πολιτευομένας πόλεις περὶ τούτου μάλιστα σπουδαζούσας,
36 ἔτι δὲ τοὺς πολέμους τοὺς προγεγενημένους οὐ κατὰ τὰς δυνάμεις ἀλλὰ κατὰ τὸ δίκαιον τὸ τέλος ἅπαντας εἰληφότας, ὅλως δὲ τὸν βίον τὸν τῶν ἀνθρώπων διὰ μὲν κακίαν ἀπολλύμενον, διʼ ἀρετὴν δὲ σωζόμενον. ὥστʼ οὐκ ἀθυμεῖν δεῖ τοὺς ὑπὲρ τῶν δικαίων κινδυνεύειν μέλλοντας, ἀλλὰ πολὺ μᾶλλον τοὺς ὑβρίζοντας καὶ τοὺς τὰς εὐτυχίας μὴ μετρίως φέρειν ἐπισταμένους.
37 ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν· νυνὶ γὰρ περὶ μὲν τοῦ δικαίου πάντες τὴν αὐτὴν γνώμην ἔχομεν, περὶ δὲ τοῦ συμφέροντος ἀντιλέγομεν. δυοῖν δὲ προτεινομένοιν ἀγαθοῖν, καὶ τοῦ μὲν ὄντος προδήλου τοῦ δὲ ἀγνοουμένου, πῶς οὐκ ἂν ποιήσαιτε καταγέλαστον, εἰ τὸ μὲν ὁμολογούμενον ἀποδοκιμάσαιτε, τὸ δʼ ἀμφισβητούμενον ἑλέσθαι δόξειεν ὑμῖν, ἄλλως τε καὶ τῆς αἱρέσεως τοσοῦτον διαφερούσης;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme