Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
64 ἐγὼ δὲ πρὸς ἅπαντα μὲν τὰ δικαίως ἂν ῥηθέντα κατὰ τῆς πόλεως οὔτʼ ἂν δυναίμην ἀντειπεῖν οὔτʼ ἂν ἐπιχειρήσαιμι τοῦτο ποιεῖν· καὶ γὰρ ἂν αἰσχυνοίμην, ὅπερ εἶπον ἤδη καὶ πρότερον, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων ἐγὼ γλιχοίμην καὶ πειρῴμην πείθειν ὡς περὶ οὐδὲν πώποτε τὸ κοινὸν ἡμῶν πεπλημμέληκεν·
65 οὐ μὴν ἀλλʼ ἐκεῖνό γʼ οἴομαι ποιήσειν, τήν τε πόλιν τὴν Σπαρτιατῶν ἐπιδείξειν περὶ τὰς πράξεις τὰς προειρημένας πολὺ πικροτέραν καὶ χαλεπωτέραν τῆς ἡμετέρας γεγενημένην, τούς θʼ ὑπὲρ ἐκείνων βλασφημοῦντας καθʼ ἡμῶν ὡς δυνατὸν ἀφρονέστατα διακειμένους καὶ τοῦ κακῶς ἀκούειν ὑφʼ ἡμῶν τοὺς φίλους αὐτῶν αἰτίους ὄντας·
66 ἐπειδὰν γὰρ τὰ τοιαῦτα κατηγορῶσιν, οἷς ἔνοχοι Λακεδαιμόνιοι μᾶλλον τυγχάνουσιν ὄντες, οὐκ ἀποροῦμεν τοῦ περὶ ἡμῶν ῥηθέντος μεῖζον ἁμάρτημα κατʼ ἐκείνων εἰπεῖν.
66 οἷον καὶ νῦν, ἢν μνησθῶσι τῶν ἀγώνων τῶν τοῖς συμμάχοις ἐνθάδε γιγνομένων, τίς ἐστιν οὕτως ἀφυής, ὅστις οὐχ εὑρήσει πρὸς τοῦτʼ ἀντειπεῖν ὅτι πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρʼ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων;
67 τοιαῦτα δὲ καὶ περὶ τῆς εἰσπράξεως τῶν φόρων ἤν τι λέγωσιν, ἕξομεν εἰπεῖν· πολὺ γὰρ ἐπιδείξομεν συμφορώτερα πράξαντας τοὺς ἡμετέρους ἢ Λακεδαιμονίους ταῖς πόλεσι ταῖς τὸν φόρον ἐνεγκούσαις. πρῶτον μὲν γὰρ οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν, ἀλλʼ αὐτοὶ γνόντες, ὅτε περ τὴν ἡγεμονίαν ἡμῖν τὴν κατὰ θάλατταν ἔδοσαν·
68 ἔπειτʼ οὐχ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας ἔφερον, ἀλλʼ ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας τῆς αὑτῶν καὶ τοῦ μὴ περιπεσεῖν ὀλιγαρχίας γενομένης τηλικούτοις κακοῖς τὸ μέγεθος, ἡλίκοις ἐπὶ τῶν δεκαδαρχιῶν καὶ τῆς δυναστείας τῆς Λακεδαιμονίῶν. ἔτι δʼ οὐκ ἐκ τούτων ἔφερον ἐξ ὧν αὐτοὶ διέσωσαν, ἀλλʼ ἀφʼ ὧν διʼ ἡμᾶς εἶχον· ὑπὲρ ὧν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme