Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
83 τὸ τοίνυν τέλος, ὃ πᾶσι τούτοις ἐπέθηκεν, οὐδενὸς ἧττον προσήκει θαυμάζειν· οὐ γὰρ ἀπρεπὲς οὐδʼ ἀνάξιον τῶν προειρημένων φανήσεται ποιησάμενος, ἀλλὰ λόγῳ μὲν πρὸς μίαν πόλιν πολεμήσας, ἔργῳ δʼ οὐ μόνον πρὸς ἅπαντας τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἀλλὰ καὶ πρὸς ἄλλα γένη πολλὰ τῶν βαρβάρων κινδυνεύων οὐκ ἀπεῖπεν οὐδʼ ἀπῆλθε, πρὶν τήν τε πόλιν τοῦ τολμήσαντος ἐξαμαρτεῖν ἐξηνδραποδίσατο καὶ τοὺς βαρβάρους ἔπαυσεν ὑβρίζοντας.
84 οὐκ ἀγνοῶ δὲ τὸ πλῆθος τῶν εἰρημένων περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς, οὐδʼ ὅτι τούτων καθʼ ἓν μὲν ἕκαστον εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκιμάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν, ἐφεξῆς δὲ ἀναγιγνωσκομένων ἅπαντες ἂν ἐπιτιμήσαιεν ὡς πολὺ πλείοσιν εἰρημένοις τοῦ δέοντος. ἐγὼ δʼ εἰ μὲν ἔλαθον ἐμαυτὸν πλεονάζων,
85 ᾐσχυνόμην ἄν, εἰ γράφειν ἐπιχειρῶν περὶ ὧν μηδεὶς ἂν ἄλλος ἐτόλμησεν, οὕτως ἀναισθήτως διεκείμην· νῦν δʼ ἀκριβέστερον ᾔδειν τῶν ἐπιπλήττειν μοι τολμησόντων, ὅτι πολλοὶ τούτοις ἐπιτιμήσουσιν· ἀλλὰ γὰρ ἡγησάμην οὐχ οὕτως ἔσεσθαι δεινόν, ἢν ἐπὶ τοῦ μέρους τούτου δόξω τισὶ τῶν καιρῶν ἀμελεῖν, ὡς ἢν περὶ ἀνδρὸς τοιούτου διαλεγόμενος παραλίπω τι τῶν ἐκείνῳ τε προσόντων ἀγαθῶν κἀμοὶ προσηκόντων εἰπεῖν.
86 ᾤμην δὲ καὶ παρὰ τοῖς χαριεστάτοις τῶν ἀκροατῶν εὐδοκιμήσειν, ἢν φαίνωμαι περὶ ἀρετῆς μὲν τοὺς λόγους ποιούμενος, ὅπως δὲ ταύτης ἀξίως ἐρῶ μᾶλλον σπουδάζων ἢ περὶ τὴν τοῦ λόγου συμμετρίαν, καὶ ταῦτα σαφῶς εἰδὼς τὴν μὲν περὶ τὸν λόγον ἀκαιρίαν ἀδοξότερον ἐμὲ ποιήσουσαν, τὴν δὲ περὶ τὰς πράξεις εὐβουλίαν αὐτοὺς τοὺς ἐπαινουμένους ὠφελήσουσαν· ἀλλʼ ὅμως ἐγὼ τὸ λυσιτελὲς ἐάσας τὸ δίκαιον εἱλόμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme