Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
100 ἄλλʼ ἐπειδὴ Λακεδαιμόνιοι κύριοι καταστάντες τῶν Ἑλλήνων πάλιν ἐξέπιπτον ἐκ τῶν πραγμάτων, ἐν τούτοις τοῖς καιροῖς στασιαζουσῶν τῶν ἄλλων, πόλεων δύʼ ἢ τρεῖς τῶν στρατηγῶν τῶν ἡμετέρων, οὐ γὰρ ἀποκρύψομαι τἀληθές, ἐξήμαρτον περί τινας αὐτῶν ἐλπίζοντες, ἢν μιμήσωνται τὰς Σπαρτιατῶν πράξεις, μᾶλλον αὐτὰς δυνήσεσθαι κατασχεῖν.
101 ὥστε δικαίως ἂν ἐκείνοις μὲν ἅπαντες ἐγκαλέσειαν ὡς ἀρχηγοῖς γεγενημένοις καὶ διδασκάλοις τῶν τοιούτων ἔργων, τοῖς δʼ ἡμετέροις, ὥσπερ τῶν μαθητῶν τοῖς ὑπὸ τῶν ὑπισχνουμένων ἐξηπατημένοις καὶ διημαρτηκόσι τῶν ἐπίδων, εἰκότως ἂν συγγνώμην ἔχοιεν.
102 τὸ τοίνυν τελευταῖον, ὃ μόνοι καὶ καθʼ αὑτοὺς ἔπραξαν, τίς οὐκ οἶδεν ὅτι κοινῆς ἡμῖν τῆς ἔχθρας ὑπαρχούσης, τῆς πρὸς τοὺς βαρβάρους καὶ τοὺς βασιλέας αὐτῶν, ἡμεῖς μὲν ἐν πολέμοις πολλοῖς γιγνόμενοι καὶ μεγάλαις συμφοραῖς ἐνίοτε περιπίπτοντες καὶ τῆς χώρας ἡμῶν θαμὰ πορθουμένης καὶ τεμνομένης οὐδεπώποτʼ ἐβλέψαμεν πρὸς τὴν ἐκείνων φιλίαν καὶ συμμαχίαν, ἀλλʼ ὑπὲρ ὧν τοῖς Ἕλλησιν ἐπεβούλευσαν μισοῦντες αὐτοὺς διετελέσαμεν μᾶλλον ἢ τοὺς ἐν τῷ παρόντι κακῶς ἡμᾶς ποιοῦντας·
103 Λακεδαιμόνιοι δʼ οὔτε πάσχοντες κακὸν οὐδὲν οὔτε μέλλοντες οὔτε δεδιότες εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστʼ οὐκ ἐξήρκεσεν αὐτοῖς ἔχειν τὴν κατὰ γῆν ἀρχήν, ἀλλὰ καὶ τὴν κατὰ θάλατταν δύναμιν οὕτως ἐπεθύμησαν λαβεῖν, ὥστε κατὰ τοὺς αὐτοὺς χρόνους τούς τε συμμάχους τοὺς ἡμετέρους ἀφίστασαν, ἐλευθερώσειν αὐτοὺς ὑπισχνούμενοι, καὶ βασιλεῖ περὶ φιλίας διελέγοντο καὶ συμμαχίας, παραδώσειν αὐτῷ φάσκοντες ἅπαντας τοὺς ἐπὶ τῆς Ἀσίας κατοικοῦντας,
104 πίστεις δὲ δόντες τούτοις ἀμφοτέροις καὶ καταπολεμήσαντες ἡμᾶς, οὓς μὲν ἐλευθερώσειν ὤμοσαν, κατεδουλώσαντο μᾶλλον ἢ τοὺς Εἵλωτας, βασιλεῖ δὲ τοιαύτην χάριν ἀπέδοσαν ὥστʼ ἔπεισαν τὸν ἀδελφὸν αὐτοῦ Κῦρον ὄντα νεώτερον ἀμφισβητεῖν τῆς βασιλείας, καὶ στρατόπεδον αὐτῷ συναγαγόντες καὶ στρατηγὸν Κλέαρχον ἐπιστήσαντες ἀνέπεμψαν ἐπʼ ἐκεῖνον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme