150
εἰ κατασταίην εἰς ἔλεγχον καὶ λόγον, δυνηθείην ἂν ἐπιδεῖξαι πάντας ἀνθρώπους πλείους ἐπιστήμας ἔχοντας διὰ τῆς ἀκοῆς ἢ τῆς ὄψεως, καὶ μείζους πράξεις καὶ καλλίους εἰδότας ἃς παρʼ ἑτέρων ἀκηκόασιν ἢ ʼκείνας αἷς αὐτοὶ παραγεγενημένοι τυγχάνουσιν. ἀλλὰ γὰρ οὔτʼ ἀμελεῖν καλῶς ἔχει τῶν τοιούτων ὑπολήψεων, τυχὸν γὰρ μηδενὸς ἀντειπόντος λυμήναιντʼ ἂν τὴν ἀλήθειαν, οὔτʼ αὖ πολὺν χρόνον ἀντιλέγοντας διατρίβειν ἐν αὐταῖς, ἀλλʼ ὅσον ὑποδείξαντας μόνον τοῖς ἄλλοις ἐξ ὧν ληροῦντας ἂν αὐτοὺς ἐπιδείξαιεν, πάλιν ἐπανελθόντας περαίνειν καὶ λέγειν ὅθεν ἀπέλιπον· ὅπερ ἐγὼ ποιήσω.
151
τὸ μὲν οὖν σύνταγμα τῆς τότε πολιτείας, καὶ τὸν χρόνον ὅσον αὐτῇ χρώμενοι διετέλεσαν, ἐξαρκούντως δεδηλώκαμεν· λοιπὸν δʼ ἡμῖν τὰς πράξεις τὰς ἐκ τοῦ καλῶς πολιτεύεσθαι γεγενημένας διελθεῖν. ἐκ τούτων γὰρ ἔτι μᾶλλον ἔσται καταμαθεῖν ὅτι καὶ τὴν πολιτείαν εἶχον ἡμῶν οἱ πρόγονοι βελτίω τῶν ἄλλων καὶ σωφρονεστέραν, καὶ προστάταις καὶ συμβούλοις ἐχρῶντο τοιούτοις οἵοις χρὴ τοὺς εὖ φρονοῦντας.
152
οὐ μὴν οὐδὲ ταῦτά μοι πρότερον λεκτέον ἐστί, πρὶν ἂν μικρὰ προείπω περὶ αὐτῶν. ἢν γὰρ ὑπεριδὼν τὰς ἐπιτιμήσεις τὰς τῶν οὐδὲν ἄλλο ποιεῖν ἢ τοῦτο δυναμένων ἐφεξῆς διηγῶμαι περί τε τῶν ἄλλων τῶν πεπραγμένων καὶ τῶν ἐπιτηδευμάτων τῶν περὶ τὸν πόλεμον, οἷς οἱ πρόγονοι χρώμενοι τῶν τε βαρβάρων περιεγένοντο καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμησαν, οὐκ ἔστιν ὅπως οὐ φήσουσί τινές με διεξιέναι τοὺς νόμους οὓς Λυκοῦργος μὲν ἔθηκε, Σπαρτιᾶται δʼ αὐτοῖς χρώμενοι τυγχάνουσιν.
153
ἐγὼ δʼ ὁμολογῶ μὲν ἐρεῖν πολλὰ τῶν ἐκεῖ καθεστώτων, οὐχ ὡς Λυκούργου τι τούτων εὑρόντος ἢ διανοηθέντος, ἀλλʼ ὡς μιμησαμένου τὴν διοίκησιν ὡς δυνατὸν ἄριστα τὴν τῶν προγόνων τῶν ἡμετέρων, καὶ τήν τε δημοκρατίαν καταστήσαντος παρʼ αὐτοῖς τὴν ἀριστοκρατίᾳ μεμιγμένην, ἥπερ ἦν παρʼ ἡμῖν, καὶ τὰς ἀρχὰς οὐ κληρωτὰς ἀλλʼ αἱρετὰς ποιήσαντος,