Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
197 ἀλλὰ πάντα τὰ τοιαῦτα διαφυγόντες ἐνέμειναν τοῖς ἤθεσιν οἷς εἶχον διὰ τὸ πολιτεύεσθαι καλῶς, μεῖζον φρονοῦντες ἐπὶ τῇ τῆς ψυχῆς ἕξει καὶ ταῖς διανοίαις ταῖς αὑτῶν ἢ ταῖς μάχαις ταῖς γεγενημέναις, καὶ μᾶλλον ὑπὸ τῶν ἄλλων θαυμαζόμενοι διὰ τὴν καρτερίαν ταύτην καὶ σωφροσύνην ἢ διὰ τὴν ἀνδρίαν τὴν ἐν τοῖς κινδύνοις αὐτοῖς παραγενομένην·
198 ἑώρων γὰρ πάντες τὴν μὲν εὐψυχίαν τὴν πολεμικὴν πολλοὺς ἔχοντας καὶ τῶν ταῖς κακουργίαις ὑπερβαλλόντων, τῆς δὲ χρησίμης ἐπὶ πᾶσι καὶ πάντας δυναμένης ὠφελεῖν οὐ κοινωνοῦντας τοὺς πονηρούς, ἀλλὰ μόνοις ἐγγιγνομένην τοῖς καλῶς γεγονόσι καὶ τεθραμμένοις καὶ πεπαιδευμένοις, ἅπερ προσῆν τοῖς τότε τὴν πόλιν διοικοῦσι καὶ τῶν εἰρημένων ἀγαθῶν ἁπάντων αἰτίοις καταστᾶσιν.
199 τοὺς μὲν οὖν ἄλλους ὁρῶ περὶ τὰ μέγιστα τῶν ἔργων καὶ μάλιστα μνημονευθησόμενα τοὺς λόγους καταλύοντας, ἐγὼ δὲ σωφρονεῖν μὲν νομίζω τοὺς ταῦτα γιγνώσκοντας καὶ πράττοντας, οὐ μὴν συμβαίνει μοι ταὐτὸ ποιεῖν ἐκείνοις, ἀλλʼ ἔτι λέγειν ἀναγκάζομαι. τὴν δʼ αἰτίαν διʼ ἥν, ὀλίγον ὕστερον ἐρῶ, μικρὰ πάνυ προδιαλεχθείς.
200 ἐπηνώρθουν μὲν γὰρ τὸν λόγον τὸν μέχρι τῶν ἀναγνωσθέντων γεγραμμένον μετὰ μειρακίων τριῶν ἢ τεττάρων τῶν εἰθισμένων μοι συνδιατρίβειν· ἐπειδὴ δὲ διεξιοῦσιν ἡμῖν ἐδόκει καλῶς ἔχειν καὶ προσδεῖσθαι τελευτῆς μόνον, ἔδοξέ μοι μεταπέμψασθαί τινα τῶν ἐμοὶ μὲν πεπλησιακότων, ἐν ὀλιγαρχίᾳ δὲ πεπολιτευμένον, προῃρημένον δὲ Λακεδαιμονίους ἐπαινεῖν, ἵνʼ εἴ τι παρέλαθεν ἡμᾶς ψεῦδος εἰρημένον, ἐκεῖνος κατιδὼν δηλώσειεν ἡμῖν.
201 ἐλθὼν δʼ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον ʽτὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν;ʼ, ἐδυσχέρανε μὲν ἐπʼ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δʼ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις.
202 ἐδήλωσε δὲ διὰ ταχέων· ἐτόλμησε γὰρ εἰπεῖν ὡς εἰ καὶ μηδὲν ἄλλο πεποιήκασι τοὺς Ἕλληνας ἀγαθόν, ἀλλʼ οὖν ἐκεῖνό γε δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιεν, ὅτι τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων εὑρόντες αὐτοί τε χρῶνται καὶ τοῖς ἄλλοις κατέδειξαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme