208
πρὸς δὲ τούτοις κἀκεῖνό σε λέληθεν, ὅτι τὰ παραλελειμμένα τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐχ οἱ τυχόντες εὑρίσκουσιν, ἀλλʼ οἱ τάς τε φύσεις διαφέροντες καὶ μαθεῖν πλεῖστα τῶν πρότερον εὑρημένων δυνηθέντες καὶ προσέχειν τὸν νοῦν τῷ ζητεῖν μᾶλλον τῶν ἄλλων ἐθελήσαντες.
209
ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων· οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστʼ οὐδὲ γράμματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων ἀλλὰ καὶ τῶν πώποτε γενομένων.
210
ἀλλʼ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασι, καὶ ταῦτʼ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς ἑαυτῶν ἐθίζουσι περὶ τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐτοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.
211
ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τʼ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπών, ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα τὸν τρόπον αὐτῶν. ἐκεῖνοι γὰρ καθʼ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθʼ ὧν ἂν ἕκαστοι βουληθῶσι, λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δʼ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων·
212
ἐν ᾗ συμβαίνει τοὺς μὲν ληφθέντας ἀργύριον ἀποτίνειν καὶ πληγὰς λαμβάνειν, τοὺς δὲ πλεῖστα κακουργήσαντας καὶ λαθεῖν δυνηθέντας ἔν τε τοῖς παισὶν εὐδοκιμεῖν μᾶλλον τῶν ἄλλων, ἐπειδὰν δʼ εἰς ἄνδρας συντελῶσιν, ἢν ἐμμείνωσι τοῖς ἤθεσιν οἷς παῖδες ὄντες ἐμελέτησαν, ἐγγὺς εἶναι τῶν μεγίστων ἀρχῶν.