Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
224 γνοίη δʼ ἄν τις ἐκεῖθεν· τὰ γὰρ αὐτὰ πανταχῇ καὶ μηδαμῇ διαφέροντα τοῖς μὲν ὠφέλιμα τοῖς δὲ βλαβερὰ γίγνεται. καίτοι τὴν μὲν φύσιν ἕκαστον τῶν ὄντων τὴν ἐναντίαν αὐτὴν αὑτῇ καὶ μὴ αὐτὴν οὐκ εὔκολόν ἐστιν· τὸ δὲ μηδὲν τῶν αὐτῶν συμβαίνειν τοῖς ὀρθῶς καὶ δικαίως πράττουσι καὶ τοῖς ἀσελγῶς τε καὶ κακῶς, τίνι τῶν ὀρθῶς λογιζομένων οὐκ ἂν εἰκότως ταῦτα γίγνεσθαι δόξειεν;
225 ὁ δʼ αὐτὸς οὗτος λόγος καὶ περὶ τὰς ὁμονοίας ἂν ἁρμόσειεν· καὶ γὰρ ἐκεῖναι τὴν φύσιν εἰσὶν οὐκ ἀνόμοιαι τοῖς εἰρημένοις, ἀλλὰ τὰς μὲν αὐτῶν εὕροιμεν ἂν πλείστων ἀγαθῶν αἰτίας γιγνομένας, τὰς δὲ τῶν μεγίστων κακῶν καὶ συμφορῶν. ὧν μίαν εἶναί φημι καὶ τὴν Σπαρτιατῶν· εἰρήσεται γὰρ τἀληθές, εἰ καί τισι δόξω λίαν παράδοξα λέγειν.
226 οὗτοι γὰρ τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες, ἐποίουν, καὶ τὸ χαλεπώτατον ταῖς ἄλλαις πόλεσι τῶν κακῶν γιγνόμενον, τοῦθʼ αὑτοῖς ἁπάντων συμφορώτατον ἐνόμιζον εἶναι· τὰς γὰρ οὕτω διακειμένας ἐξῆν αὐτοῖς, ὅπως ἠβούλοντο, διοικεῖν. ὥστʼ οὐδεὶς ἂν αὐτοὺς διά γε τὴν ὁμόνοιαν δικαίως ἐπαινέσειεν, οὐδὲν μᾶλλον ἢ τοὺς καταποντιστὰς καὶ λῃστὰς καὶ τοὺς περὶ τὰς ἄλλας ἀδικίας ὄντας· καὶ γὰρ ἐκεῖνοι σφίσιν αὐτοῖς ὁμονοοῦντες τοὺς ἄλλους ἀπολλύουσιν.
227 εἰ δέ τισι δοκῶ τὴν παραβολὴν ἀπρεπῆ πεποιῆσθαι πρὸς τὴν ἐκείνων δόξαν, ταύτην μὲν ἐῶ, λέγω δὲ Τριβαλλούς, οὓς ἅπαντές φασιν ὁμονοεῖν μὲν ὡς οὐδένας ἄλλους ἀνθρώπους, ἀπολλύναι δʼ οὐ μόνον τοὺς ὁμόρους καὶ τοὺς πλησίον οἰκοῦντας, ἀλλὰ καὶ τοὺς ἄλλους ὅσων ἂν ἐφικέσθαι δυνηθῶσιν.
228 οὓς οὐ χρὴ μιμεῖσθαι τοὺς ἀρετῆς ἀντιποιουμένους, ἀλλὰ πολὺ μᾶλλον τὴν τῆς σοφίας καὶ τῆς δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν δύναμιν. αὗται μὲν γὰρ οὐ τὰς σφετέρας αὐτῶν φύσεις εὐεργετοῦσιν, ἀλλʼ οἷς ἂν παραγενόμεναι παραμείνωσιν, εὐδαίμονας καὶ μακαρίους ποιοῦσιν· Λακεδαιμόνιοι δὲ τοὐναντίον, οἷς μὲν ἂν πλησιάσωσιν, ἀπολλύουσι, τὰ δὲ τῶν ἄλλων ἀγαθὰ πάντα περὶ σφᾶς αὐτοὺς ποιοῦνται.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme