Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
237 τὴν δὲ πόλιν ἐπαινεῖν προελέσθαι τὴν σαυτοῦ σωφρονῶν, ἵνα τῷ τε πλήθει τῷ τῶν πολιτῶν χαρίσῃ καὶ παρὰ τοῖς εὖνοι· κῶς πρὸς ὑμᾶς διακειμένοις εὐδοκιμήσῃς. ταῦτα δὲ γνοὺς ὑπέλαβες ὡς εἰ μὲν περὶ μόνης αὐτῆς ποιήσει τοὺς λόγους καὶ τὰ μυθώδη περὶ αὐτῆς ἐρεῖς ἃ πάντες θρυλοῦσιν, ὅμοια φανεῖται τὰ λεγόμενα τοῖς ὑπὸ τῶν ἄλλων γεγραμμένοις, ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης·
238 ἐὰν δʼ ἐάσας ἐκεῖνα λέγῃς τὰς πράξεις τὰς ὁμολογουμένας καὶ πολλῶν ἀγαθῶν αἰτίας τοῖς Ἕλλησι γεγενημένας, καὶ παραβάλλῃς αὐτὰς πρὸς τὰς Λακεδαιμονίων, καὶ τὰς μὲν τῶν προγόνων ἐπαινῇς, τῶν δʼ ἐκείνοις πεπραγμένων κατηγορῇς, ὅ τε λόγος ἐναργέστερος εἶναι δόξει τοῖς ἀκούουσι καὶ σὺ μενεῖς ἐν τοῖς αὐτοῖς, ὃ μᾶλλον ἄν τινες θαυμάσειαν τῶν τοῖς ἄλλοις γεγραμμένων.
239 ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξαι καὶ βουλεύσασθαι περὶ αὐτῶν, εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσι καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν ἄλλων· ταῦτʼ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξειας περὶ ἀμφοτέρων, ἔχοις τʼ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν, οὕσπερ βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς·
240 ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους καὶ μηδὲν μᾶλλον μετὰ τῶν ἐπαινούντων ἢ τῶν ψεγόντων ὄντας, ἀλλʼ ἐπαμφοτερίζειν δυναμένους καὶ πολλὰς ἀμφισβητήσεις ἔχοντας, οἷς χρῆσθαι περὶ μὲν συμβολαίων καὶ περὶ πλεονεξίας ἀγωνιζόμενον αἰσχρὸν καὶ πονηρίας οὐ μικρὸν σημεῖον, περὶ δὲ φύσεως ἀνθρώπων διαλεγόμενον καὶ πραγμάτων καλὸν καὶ φιλόσοφον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme