245
εἰ μὲν οὖν ἡγούμην ἀφέξεσθαι σε τῶν εἰρημένων καὶ παραλείψειν ἀνεπιτίμητον τὸν λόγον τοῦτον, οὐδʼ ἂν αὐτὸς ἔτι λέγειν ἐπεχείρουν· νῦν δʼ ὅτι μὲν οὐκ ἀπεφηνάμην περὶ ὧν παρεκλήθην σύμβουλος, οὐδὲν οἶμαί σοι μελήσειν, οὐδὲ γὰρ ὅτε συνῆγες ἡμᾶς, ἐδόκεις μοι σπουδάζειν περὶ αὐτῶν,
246
προελόμενον δέ σεπροελόμενον δέ σε scripsi· ὅτε δὲ προελόμενος οὐ Τ. συνθεῖναι λόγον μηδὲν ὅμοιον τοῖς ἄλλοις, ἀλλὰ τοῖς μὲν ῥᾳθύμως ἀναγιγνώσκουσιν ἁπλοῦν εἶναι δόξοντα καὶ ῥᾴδιον καταμαθεῖν, τοῖς δʼ ἀκριβῶς διεξιοῦσιν αὐτόν, καὶ πειρωμένοις κατιδεῖν ὃ τοὺς ἄλλους λέληθεν, χαλεπὸν φανούμενον καὶ δυσκαταμάθητον καὶ πολλῆς μὲν ἱστορίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς δὲ μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν τοὺς συμπολιτευομένους, ἀλλὰ τῆς δυναμένης μετὰ παιδιᾶς ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας,
247
—ὧν οὐδὲν ἐάσαντά με φήσεινφήσειν scripsi· φήσεις mss. τὸν τρόπον τοῦτον ἔχειν ὡς ἐβουλεύσω σὺ περὶ αὐτῶν, ἀλλὰ τήν τε δύναμιν τῶν λεγομένων διδάσκοντα καὶ τὴν σὴν διάνοιαν ἐξηγούμενον οὐκ αἰσθάνεσθαι τοσούτῳ τὸν λόγον ἀδοξότερον διʼ ἐμὲ γιγνόμενον, ὅσῳ περ αὐτὸν φανερώτερον ἐποίουν καὶ γνωριμώτερον τοῖς ἀναγιγνώσκουσιν· ἐπιστήμην γὰρ τοῖς οὐκ εἰδόσιν ἐνεργαζόμενον ἔρημον τὸν λόγον με ποιεῖν καὶ τῆς τιμῆς ἀποστερεῖν τῆς γιγνομένης ἂν αὐτῷ διὰ τοὺς πονοῦντας καὶ πράγματα σφίσιν αὐτοῖς παρέχοντας.
248
ἐγὼ δʼ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλʼ ὥσπερ τοῦτʼ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων, ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσι τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν·