Thesauros Literature Oratory Ἐπιστολαὶ δʹ Ἀντιπάτρῳ

Ἐπιστολαὶ δʹ Ἀντιπάτρῳ

Ἐπιστολαὶ δʹ Ἀντιπάτρῳ Isocrates
10 ἀλλὰ γὰρ Διόδοτον αὐτὸν οἶμαι μάλιστά σε προτρέψεσθαι πρὸς τὸ φροντίζειν αὑτοῦ. συνέπειθον δὲ καὶ τὸν υἱὸν αὐτοῦ τῶν ὑμετέρων ἀντέχεσθαι πραγμάτων καὶ παραδόνθ’ ὑμῖν αὑτὸν ὥσπερ μαθητὴν εἰς τοὔμπροσθε πειραθῆναι προελθεῖν. ὁ δὲ ταῦτά μου λέγοντος ἐπιθυμεῖν μὲν ἔφασκε τῆς ὑμετέρας φιλίας, οὐ μὴν ἀλλὰ παραπλήσιόν τι πεπονθέναι πρὸς αὐτὴν καὶ πρὸς τοὺς στεφανίτας ἀγῶνας.
11 ἐκείνους τε γὰρ νικᾶν μὲν ἂν βούλεσθαι, καταβῆναι δ’ εἰς αὐτοὺς οὐκ ἂν τολμῆσαι διὰ τὸ μὴ μετεσχηκέναι ῥώμης ἀξίας τῶν στεφάνων, τῶν τε παρ’ ὑμῶν τιμῶν εὔξασθαι μὲν ἂν τυχεῖν, ἐφίξεσθαι δ’ αὐτῶν οὐ προσδοκᾶν· τήν τε γὰρ ἀπειρίαν τὴν αὑτοῦ καταπεπλῆχθαι καὶ τὴν λαμπρότητα τὴν ὑμετέραν, ἔτι δὲ καὶ τὸ σωμάτιον οὐκ εὐκρινὲς ὂν ἀλλ’ ἔχον ἄττα σίνη νομίζειν ἐμποδιεῖν αὑτὸν πρὸς πολλὰ τῶν πραγμάτων.
12 οὗτος μὲν οὖν, ὅ τι ἂν αὐτῷ δοκῇ συμφέρειν, τοῦτο πράξει· σὺ δ’ ἄν τε περὶ ὑμᾶς ἄν θ’ ἡσυχίαν ἔχων διατρίβῃ περὶ τούτους τοὺς τόπους, ἐπιμελοῦ καὶ τῶν ἄλλων μὲν ἁπάντων ὧν ἂν τυγχάνῃ δεόμενος, μάλιστα δὲ τῆς ἀσφαλείας καὶ τῆς τούτου καὶ τῆς τοῦ πατρὸς αὐτοῦ, νομίσας ὥσπερ παρακαταθήκην ἔχειν τούτουςτούτους Auger: τοῦτον MSS. παρά τε τοῦ γήρως ἡμῶν, ὃ προσηκόντως ἂν πολλῆς τυγχάνοι προνοίας, καὶ τῆς δόξης τῆς ὑπαρχούσης, εἴ τινος ἄρα σπουδῆς ἐστὶν ἀξία, καὶ τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς ἣν ἔχων ἅπαντα τὸν χρόνον διατετέλεκα.
13 καὶ μὴ θαυμάσῃς, μήτ’ εἰ μακροτέραν γέγραφα τὴν ἐπιστολὴν μήτ’ εἴ τι περιεργότερον καὶ πρεσβυτικώτερον εἰρήκαμεν ἐν αὐτῇ· πάντων γὰρ τῶν ἄλλων ἀμελήσας ἑνὸς μόνον ἐφρόντισα, τοῦ φανῆναι σπουδάζων ὑπὲρ ἀνδρῶν φίλων καὶ προσφιλεστάτων μοι γεγενημένων.
← Previous 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme