Thesauros Literature Oratory κατὰ Φιλίππου α΄

κατὰ Φιλίππου α΄

κατὰ Φιλίππου α΄ Demosthenes
40 ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτʼ εἰς δέον τι κέχρησθε, οὐδὲν δʼ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσʼ εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι δʼ ἢ βλέπειν ἐναντίον οὔτʼ οἶδεν οὔτʼ ἐθέλει.
41 καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτʼ ἄνω κάτω, καὶ στρατηγεῖσθʼ ὑπʼ ἐκείνου, βεβούλευσθε δʼ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτʼ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δʼ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δʼ ἐπʼ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστʼ οὐκέτʼ ἐγχωρεῖ.
42 δοκεῖ δέ μοι θεῶν τις, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ. εἰ γὰρ ἔχων ἃ κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελε καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστʼ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δʼ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθʼ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε.
43 θαυμάζω δʼ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται, ὁρῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου. ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει. εἶτα τοῦτʼ ἀναμενοῦμεν; καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντʼ ἔχειν οἴεσθε καλῶς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme